Kitap 37
15.2
ἐπολέμει. ἐπʼ οὖν τοῦτον τούς τε πλησιοχώρους αὐτῷ ὁ Πομπήιος ἐλάσας ἀκονιτί τε αὐτοὺς προσηγάγετο καὶ φρουρᾷ παρέδωκε. κἀντεῦθεν ἐπὶ τὴν Συρίαν τὴν Παλαιστίνην ὡς καὶ τὴν Φοινίκην κακώσαντας, ὥρμησεν. ἦρχον δὲ αὐτῶν Ὑρκανός τε καὶ Ἀριστόβουλος ἀδελφοί, καὶ ἐτύγχανον ὑπὲρ τῆς τοῦ σφετέρου θεοῦ, ὅστις ποτὲ οὗτός ἐστιν, ἱερωσύνης (οὕτω γὰρ τὴν βασιλείαν σφῶν ὠνόμαζονʼ αὐτοί τε διαφερόμενοι
15.3
καὶ τὰς πόλεις στασιάζοντες. ὁ οὖν Πομπήιος Ὑρκανὸν μὲν οὐδεμίαν ἀξιόχρεων ἰσχὺν ἔχοντα ἀμαχεὶ εὐθὺς προσέθετο, Ἀριστόβουλον δὲ ἐς χωρίον τι κατακλείσας ὁμολογῆσαί οἱ ἠνάγκασε, καὶ ἐπειδὴ μήτε τὰ χρήματα μήτε τὸ φρούριον παρεδίδου, ἔδησεν αὐτόν. κἀκ τούτου τοὺς μὲν ἄλλους ῥᾷον προσεποιήσατο, τὰ δὲ Ἱεροσόλυμα
16.1
πολιορκῶν πράγματα ἔσχε. τὴν μὲν γὰρ ἄλλην πόλιν, ἐσδεξαμένων αὐτὸν τῶν τὰ τοῦ Ὑρκανοῦ φρονούντων, ἀπραγμόνως ἔλαβεν, αὐτὸ δὲ τὸ ἱερὸν προκατασχόντων τῶν ἑτέρων οὐκ ἀπόνως εἷλεν·
16.2
ἐπί τε γὰρ μετεώρου ἦν καὶ περιβόλῳ ἰδίῳ ὠχύρωτο. καὶ εἴ γε ἐν πάσαις ταῖς ἡμέραις ὁμοίως ἠμύνοντο, οὐκ ἂν αὐτὸ ἐχειρώσατο· νῦν δὲ τὰς τοῦ Κρόνου δὴ ὠνομασμένας διαλείποντες, καὶ οὐδὲν τὸ παράπαν ἐν αὐταῖς δρῶντες, παρέδωκαν τοῖς Ῥωμαίοις καιρὸν ἐν τῷ διακένῳ τούτῳ τὸ
16.3
τεῖχος διασεῖσαι. μαθόντες γὰρ τὴν πτόησιν pto/hsin Madvig, e)mpoi/hsin L. αὐτῶν ταύτην τὸν μὲν ἄλλον χρόνον οὐδὲν σπουδῇ ἔπραττον, ταῖς δὲ δὴ ἡμέραις ἐκείναις ὁπότε ἐκ τῆς περιτροπῆς ἐπέλθοιεν, ἐντονώτατά
16.4
οἱ προσέβαλλον. καὶ οὕτως ἑάλωσάν τε ἐν τῇ τοῦ Κρόνου ἡμέρᾳ μηδʼ ἀμυνόμενοι, καὶ πάντα τὰ χρήματα διηρπάσθη. ἥ τε βασιλεία τῷ Ὑρκανῷ ἐδόθη, καὶ ὁ Ἀριστόβουλος ἀνηνέχθη.
16.5
ταῦτα μὲν τότε ἐν τῇ Παλαιστίνῃ ἐγένετο· οὕτω γὰρ τὸ σύμπαν ἔθνος, ὅσον ἀπὸ τῆς Φοινίκης μέχρι τῆς Αἰγύπτου παρὰ τὴν θάλασσαν τὴν ἔσω παρήκει, ἀπὸ παλαιοῦ κέκληται. ἔχουσι δὲ καὶ ἕτερον ὄνομα ἐπίκτητον· ἥ τε γὰρ χώρα