Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 37

23.2 ἔπραξαν, δῆλόν ἐστιν. ὁ οὖν Πομπήιος εὖ εἰδὼς ὅτι πάνθʼ ὅσα ἐν ταῖς δυναστείαις τοῖς ἰσχύουσί τι παρὰ τῶν πολλῶν γίγνεται, τήν τε ὑπόνοιαν, κἂν τὰ μάλιστα ἐθελούσιοί τι ψηφίσωνται, ὡς καὶ κατὰ βίαν ἐκ τῆς τῶν κρατούντων παρασκευῆς διδόμενα ἔχει, καὶ δόξαν οὐδεμίαν τοῖς λαβοῦσιν αὐτά, ὡς καὶ μὴ παρʼ ἑκόντων ἀλλὰ ἀναγκασθέντων, μηδʼ ἀπʼ εὐνοίας ἀλλʼ ἐκ κολακείας ὑπάρξαντά σφισι φέρει, οὐκ ἐπέτρεψεν
23.3 ἀρχὴν οὐδενὶ οὐδὲν ἐσηγήσασθαι. καὶ πολύ γε τοῦτο βέλτιον εἶναι ἔλεγεν ἢ ψηφισθέντα μὴ προσίεσθαι· ἐν μὲν γὰρ τῷ μῖσός τε ἐπὶ τῇ δυναστείᾳ ὑφʼ ἧς ἐγιγνώσκετο, καὶ ὑπερηφανίαν καὶ ὕβριν τῷ μὴ δέχεσθαι τὰ διδόμενα παρὰ τῶν κρειττόνων δῆθεν ἢ πάντως γε τῶν ὁμοίων ἐνεῖναι, ἐν δὲ τῷ ἑτέρῳ τὸ δημοτικὸν ὄντως καὶ ὄνομα καὶ ἔργον, οὐκ ἀπʼ ἐνδείξεως ἀλλʼ
23.4 ἐξ ἀληθείας, ὑπάρχειν. τὰς γάρ τοι ἀρχὰς καὶ τὰς ἡγεμονίας ἔξω τῶν πατρίων ὀλίγου πάσας λαβών, τὰ γοῦν ἄλλα τοιαῦτα, ἐξ ὧν μήτε ὠφελῶν τινα μήτε ὠφελούμενος φθόνον ἄλλως καὶ μῖσος καὶ πρὸς αὐτῶν τῶν διδόντων αὐτὰ σχήσειν ἔμελλεν, οὐκ ἐδέχετο.
24.1 καὶ ταῦτα μὲν ἀνὰ χρόνον ἐγένετο, τότε δὲ οἱ Ῥωμαῖοι πολέμων ἀνάπαυσιν τὸν λοιπὸν τοῦ ἔτους χρόνον ἔσχον, ὥστε καὶ τὸ οἰώνισμα τὸ τῆς ὑγιείας ὠνομασμένον διὰ πάνυ πολλοῦ ποιῆσαι. τοῦτο δὲ δὴ μαντείας τις τρόπος ἐστί, πύστιν τινὰ ἔχων εἰ ἐπιτρέπει σφίσιν ὁ θεὸς ὑγίειαν τῷ δήμῳ αἰτῆσαι, ὡς οὐχ ὅσιον ὂν o)\n inserted by St. οὐδὲ αἴτησιν αὐτῆς, πρὶν συγχωρηθῆναι, γενέσθαι.
24.2 καὶ ἐτελεῖτο κατʼ ἔτος ἡμέρᾳ, ἐν ᾗ h(me/ra| e)n h(=| Rk., h( h(me/ra e)n h(=| L. μηδὲν στρατόπεδον μήτε ἐπὶ πόλεμον ἐξῄει μήτʼ ἀντιπαρετάττετό τισι tisi Rk., tis L. μήτε ἐμάχετο. καὶ διὰ τοῦτο ἐν τοῖς συνεχέσι κινδύνοις, καὶ μάλιστα τοῖς ἐμφυλίοις, οὐκ ἐποιεῖτο· ἄλλως τε γὰρ παγχάλεπόν σφισιν ἦν καθαρὰν ἀπὸ πάντων αὐτῶν
24.3 ἡμέραν ἀκριβῶς τηρῆσαι, καὶ προσέτι καὶ ἀτοπώτατον, κακὰ αὐτοὺς ἐν ταῖς στάσεσιν ἑκουσίους ἀμύθητα ἀλλήλοις παρέχοντας, καὶ μέλλοντας, ἄν τε ἡττηθῶσιν ἄν τε καὶ νικήσωσι, κακοῦσθαι, ἔπειτα σωτηρίαν παρὰ τοῦ θείου προσαιτεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi