Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 37

39.1 καὶ ὁ μὲν καὶ ἐκ τούτου πολὺ μᾶλλον ἐμισήθη, Κατιλίνας δὲ ἐν ἀρχῇ εὐθὺς τοῦ ἔτους ἐν ᾧ Ἰούνιός *)iou/nio/s Xyl., i)ou/lio/s L. τε Σιλανὸς καὶ Λούκιος Λικίννιος ἦρξαν ἀπεφθάρη. τέως μὲν γὰρ καίπερ δύναμιν οὐκ ὀλίγην ἔχων ἐκαραδόκει τὰ τοῦ Λεντούλου καὶ διέμελλεν ἐλπίζων, ἂν φθάσωσιν ὅ τε Κικέρων καὶ οἱ σὺν αὐτῷ σφαγέντες, ῥᾳδίως τὰ λοιπὰ
39.2 προσκατεργάσεσθαι· proskaterga/sesqai Dind., proskaterga/sasqai L. ἐπεὶ δὲ ἐκεῖνόν τε ἀπολωλότα ἐπύθετο καὶ τῶν συνόντων οἱ συχνοὺς μεθισταμένους διὰ τοῦτʼ ᾔσθετο, ὅ τε Ἀντώνιος καὶ ὁ Μέτελλος ὁ Κέλερ πρὸς ταῖς Φαισούλαις προσεδρεύοντες οὐδαμῇ προελθεῖν proelqei=n Leuncl., proselqei=n L. αὐτῷ ἐπέτρεπον, ἀποκινδυνεῦσαι ἠναγκάσθη, καί (ἦσαν γὰρ δίχα ἐστρατοπεδευμένοἰ πρὸς τὸν Ἀντώνιον ἐτράπετο, καίπερ τῷ ἀξιώματι προέχοντα τοῦ Μετέλλου
39.3 καὶ δύναμιν πλείω περιβεβλημένον. αἴτιον δὲ ὅτι ἐλπίδα αὐτοῦ κατὰ τὸ συνώμοτον ἐθελοκακήσειν ἔσχεν. ὑποπτεύσας οὖν τοῦτʼ ἐκεῖνος, καὶ μήτε διʼ εὐνοίας ἔτʼ αὐτῷ ἅτε ἀσθενεῖ ὄντι ὤν (πρός τε γὰρ τὰς δυνάμεις τινῶν καὶ πρὸς τὰ ἑαυτῶν συμφέροντα καὶ τὰς ἔχθρας τάς τε φιλίας
39.4 οἱ πολλοὶ ποιοῦνταἰ, καὶ προσκαταδείσας μή πως προθύμως σφᾶς ἀγωνιζομένους ἰδὼν ἐξονειδίσῃ τι καὶ προενέγκῃ οἱ τῶν ἀπορρήτων, αὐτὸς μὲν νοσεῖν προεφασίσατο, Μάρκῳ δὲ Πετρεΐῳ τὴν
40.1 μάχην ἐπέτρεψε. συμβαλὼν οὖν οὗτός σφισι τὸν Κατιλίναν καὶ ἄλλους τρισχιλίους προθυμότατα ἀγωνιζομένους οὐκ ἀναιμωτὶ κατέκοψεν· οὔτε γὰρ ἔφυγεν αὐτῶν οὐδείς, καὶ ἐν χώρᾳ πάντες ἔπεσον, ὥστε καὶ αὐτοὺς τοὺς κρατήσαντας πολὺ τῶν κοινῶν ὀδύρασθαι, ὅτι καὶ τοιούτους καὶ τοσούτους, εἰ καὶ δικαίως, ἀλλὰ καὶ πολίτας
40.2 τε καὶ συμμάχους ἀπωλωλέκεσαν. ὁ δʼ οὖν Ἀντώνιος τήν τε κεφαλὴν αὐτοῦ ἐς τὸ ἄστυ, ὅπως πιστεύσαντες αὐτὸν τετελευτηκέναι μηδὲν ἔτι δεδίωσιν, ἔπεμψε, καὶ αὐτοκράτωρ ἐπὶ τῇ νίκῃ, καίτοι τοῦ ἀριθμοῦ τῶν tw=n Gros, tw=n te L. πεφονευμένων ἐλάττονος παρὰ τὸ νενομισμένον ὄντος, ἐπεκλήθη. βουθυτηθῆναί τε ἐψηφίσθη, καὶ τὴν ἐσθῆτα ὡς καὶ πάντων τῶν δεινῶν ἀπηλλαγμένοι μετέβαλον. mete/balon R. Steph., mete/ballon L.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi