Kitap 38
16.3
σφῶν καὶ βουλευτὰς τόν τε Ὁρτήσιον τὸν Κύιντον καὶ Γάιον Κουρίωνα, ἔπεμψαν· καὶ ὁ Νίννιος τά τε ἄλλα αὐτῷ συνῄρετο, καὶ τὴν ἐσθῆτα τῷ πλήθει ὡς καὶ ἐπί τινι κοινῇ συμφορᾷ μεταβαλεῖν metabalei=n Bk., metaba/llein L. παρῄνεσε. καὶ πολλοὶ polloi\ R. Steph., polu\ L. τοῦτο καὶ τῶν βουλευτῶν ἐποίησαν, e)poi/hsan supplied by Xyl. καὶ οὐ πρότερόν γε μετεβάλοντο meteba/lonto Bk., meteba/llonto L. πρὶν τοὺς ὑπάτους σφίσι διὰ προγραφῆς ἐπιτιμῆσαι.
16.4
Ἀλλʼ ἦν γὰρ τὰ τῶν ἀντιστασιωτῶν αὐτοῦ δυνατώτερα, οὔτε ὁ Κλώδιος χρηματίσασθαί τι ὑπὲρ αὐτοῦ τῷ Νιννίῳ tw=| *ninni/w| Leuncl., tou= ninni/ou L. ἐπέτρεψεν, οὔτε Γαβίνιος τὴν πρόσοδον τοῖς ἱππεῦσιν ἐς τὴν βουλὴν ἔδωκεν, ἀλλὰ καὶ ἕνα τινὰ αὐτῶν, ὡς πολὺς ἐνέκειτο, καὶ ἐκ τῆς πόλεως po/lews Cobet, politei/as L. ἐξήλασε, τῷ τε Ὁρτησίῳ καὶ τῷ Κουρίωνι, ὅτι καὶ ἀθροισθεῖσί σφισι συνεγένοντο
16.5
καὶ τὴν πρεσβείαν ὑπέστησαν, ἐπεκάλει. καὶ αὐτοὺς ὁ Κλώδιος ἐς τὸ πλῆθος ἐσαγαγὼν πληγαῖς ἐπὶ τῇ πρεσβείᾳ διά τινων προπαρεσκευασμένων συνέκοψε. καὶ μετὰ ταῦτα ὅ τε Πίσων, καίπερ εὐνοϊκῶς τῷ Κικέρωνι δοκῶν ἔχειν, καὶ συμβουλεύσας γε αὐτῷ, ὡς ἑώρα ἀδύνατον ὂν ἄλλως αὐτὸν σωθῆναι, προϋπεξέχειν, ὅμως ἐπειδὴ διὰ
16.6
τοῦτο ἐκεῖνος ὠργίσθη, παρῆλθεν ἐς τὴν ἐκκλησίαν ὅτε πρῶτον ἠδυνήθη (τὰ γὰρ πολλὰ ἠρρώστεἰ, καὶ πυθομένου puqome/nou Xyl., puqo/menos L. τοῦ Κλωδίου τίνα γνώμην περὶ τῶν γεγραμμένων ἔχοι, εἶπεν ὅτι οὐδέν μοι οὔτʼ ὠμὸν ou)/t' w)mo\n *wictorius, ou(/tw mo/non L. οὔτε ou)/te St., ou)de\ L. σκυθρωπὸν ἔργον ἀρέσκει· καὶ ὁ Γαβίνιος ἐρωτηθεὶς τὸ αὐτὸ τοῦτο οὐχ ὅπως ἐκεῖνον ἐπῄνεσεν, ἀλλὰ καὶ τῶν ἱππέων τῆς τε βουλῆς προσκατηγόρησεν.
17.1
ὁ μέντοι Καῖσαρ (ἔξω γὰρ τοῦ τείχους ὁ Κλώδιος διʼ αὐτόν, ἐπειδήπερ ἐξεστράτευτο, τὸν ὅμιλον συναγαγὼν καὶ ἐκεῖνον ἐπιγνώμονα τῶν γεγραμμένων ἐποιήσατὀ τὴν μὲν me\n St., me\n ga\r L. παρανομίαν τῶν περὶ τὸν Λέντουλον πραχθέντων κατεψηφίσατο,