Kitap 38
22.3
πολιτείας καὶ λέγων καὶ πράττων διετέλεις. καὶ μὴν ὅτι καὶ σωφροσύνης ἐς τὰ πρῶτα ἀνήκεις, αὐτὸ τὸ ἐπιτήδευμά σου δηλοῖ· οὐ γὰρ οἷόν τʼ ἐστὶ δουλεύοντά τινα ταῖς τοῦ σώματος ἡδοναῖς ἐν μέσῳ τε ἀεὶ φαίνεσθαι καὶ ἐν τῇ ἀγορᾷ ἀναστρέφεσθαι, μαρτύρια τὰ ἡμερινὰ ἔργα τῶν νυκτερινῶν
22.4
ποιούμενον. οὕτω δὲ δὴ τούτων ἐχόντων ἐγὼ μέν σε καὶ ἀνδρειότατον ᾤμην εἶναι, τοσαύτῃ μὲν ῥώμῃ διανοίας τοσαύτῃ δὲ καὶ ἰσχύι λόγων χρώμενον· σὺ δέ, ὡς ἔοικας, αὐτὸς ἑαυτοῦ ἐκπλαγεὶς ὅτι παρά τε τὴν ἐλπίδα καὶ παρὰ τὴν ἀξίαν ἔπταισας, παρῄρησαί τι τοῦ σφόδρα ἀνδρείου.
22.5
ἀλλὰ τοῦτο μὲν εὐθὺς ἀπολήψῃ· τοιούτων δὲ τῶν κατὰ σὲ ὄντων, καὶ εὖ μὲν ἥκοντος τοῦ σώματος εὖ δὲ καὶ τῆς ψυχῆς, οὐχ ὁρῶ τί τὸ λυποῦν ἐστί σε.”
23.1
ταῦτα αὐτοῦ εἰπόντος ὁ Κικέρων ἔφη “οὐ δοκεῖ οὖν σοι μέγα κακὸν εἶναι ἀτιμία καὶ φυγή, καὶ τὸ μήτʼ οἴκοι διατρίβειν μήτε mh/te supplied by Gros. μετὰ τῶν φίλων εἶναι, ἀλλὰ ἐκ τῆς πατρίδος μεθʼ ὕβρεως ἐκπεπτωκότα ζῆν ἐν ἀλλοτρίᾳ γῇ καὶ ἀλᾶσθαι, φυγάδα προσαγορευόμενον, καὶ γέλωτα μὲν τοῖς ἐχθροῖς αἶσχος δὲ τοῖς οἰκείοις παρέχοντα;”
23.2
“οὐδαμῇ ἔμοιγε” εἶπεν ὁ Φιλίσκος. “δύο γὰρ τούτων ὄντων ἐξ ὧν συνεστήκαμεν, ψυχῆς τε καὶ σώματος, καὶ ῥητῶν ἑκατέρῳ παρʼ αὐτῆς τῆς φύσεως καὶ ἀγαθῶν καὶ κακῶν δεδομένων, εἰ μέν τι περὶ ταῦθʼ ἁμαρτάνοιτο, καὶ βλαβερὸν ἂν εἰκότως καὶ αἰσχρὸν νομίζοιτο, εἰ δʼ ὀρθῶς ἔχοι,
23.3
καὶ μᾶλλον ἂν ὠφέλιμον εἴη. ὃ καὶ σοὶ νῦν ὑπάρχει. τὰ γὰρ δὴ ἄλλʼ ἐκεῖνα, αἱ φυγαὶ ai( fugai\ supplied by Rk. καὶ αἱ ἀτιμίαι, καὶ εἰ δή τι τοιοῦτον ἕτερον, νόμῳ τε καὶ δοκήσει τινὶ καὶ αἰσχρὰ καὶ κακά ἐστι, καὶ οὐδὲν οὔτε τῷ σώματι οὔτε τῇ ψυχῇ λυμαίνεται. ποῖον μὲν γὰρ ἂν a)\n added by Pflugk. σῶμα εἰπεῖν ἔχοις νενοσηκὸς ἢ καὶ ἀπολωλός, ποίαν δὲ ψυχὴν ἀδικωτέραν ἢ καὶ ἀμαθεστέραν γεγονυῖαν ὑπʼ ἀτιμίας καὶ φυγῆς ἢ καὶ ἄλλου τινὸς τῶν τοιούτων; ἐγὼ μὲν γὰρ
23.4
οὐχ ὁρῶ. τὸ δὲ αἴτιον ὅτι οὐδέν σφων φύσει κακόν ἐστιν, ὥσπερ οὐδʼ ou)d' Bk., ou)/q' L. ἡ ἐπιτιμία οὐδʼ ἡ ἐν τῇ πατρίδι διατριβὴ φύσει χρηστή, ἀλλʼ ὁποῖά ποτʼ ἄν τις ἕκαστος ἡμῶν περὶ αὐτὰ δοξάσῃ, τοιαῦτα