Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 38

33.5 μὲν αὐτούς, πλεῖον δὲ οὐδὲν ἔσχον· ὁ γὰρ Καῖσαρ τοῖς ἱππεῦσι τοὺς φεύγοντας προστάξας αὐτὸς τῷ ὁπλιτικῷ πρὸς ἐκείνους ἐτράπετο, καὶ κρατήσας πρός τε τὰς ἁμάξας ἀμφοτέροις σφίσι συγκαταφυγοῦσιν ἐφέσπετο, κἀνταῦθα αὖθις ἰσχυρῶς ἐπʼ αὐτῶν ἀμυνομένους σφᾶς ἐνίκησε. παθόντες
33.6 δὲ ταῦθʼ οἱ βάρβαροι δίχα διῃρέθησαν. οἱ μὲν γὰρ ὡμολόγησαν αὐτῷ καὶ ἔς τε τὴν οἰκείαν ὅθεν ἐξανέστησαν ἐπανῆλθον, κἀνταῦθα τὰς πόλεις ἀνορθώσαντες ᾤκησαν· οἱ δὲ οὐκ ἐθελήσαντες τὰ ὁπλα παραδοῦναι πρὸς τὸν Ῥῆνον, ὡς καὶ ἐς τὴν ἀρχαίαν σφῶν γῆν ἐπανελθεῖν δυνάμενοι, ὥρμησαν, καὶ αὐτοὺς οἱ σύμμαχοι τῶν Ῥωμαίων διʼ ὧν διῄεσαν ῥᾳδίως, ἅτε καὶ ὀλίγους καὶ νενικημένους, ἔφθειραν.
34.1 οὕτω μὲν δὴ τὸν πρῶτον πόλεμον ὁ Καῖσαρ ἐπολέμησεν, ἀρξάμενος δὲ ἐκεῖθεν οὐχ ἡσύχασεν, ἀλλʼ αὐτός τε τὸ ἑαυτοῦ βούλημα bou/lhma Bk., bou/leuma L. ἅμα ἀπεπλήρωσε καὶ τοῖς συμμάχοις ἐχαρίσατο. οἵ τε γὰρ Σηκουανοὶ καὶ οἱ Αἴδουοι τήν τε ἐπιθυμίαν αὐτοῦ ἰδόντες καὶ τὰ ἔργα ὁμολογοῦντα ταῖς ἐλπίσιν αἰσθόμενοι, ἐκείνῳ τε εὐεργεσίαν ἅμα καταθέσθαι καὶ τοὺς Κελτοὺς τοὺς ὁμοχώρους σφίσι τιμωρήσασθαι
34.2 ἠθέλησαν· τὸν γὰρ Ῥῆνον πάλαι ποτὲ διαβάντες τῆς τε χώρας αὐτῶν τινα παρετέτμηντο καὶ αὐτοὺς au)tou\s Bk., e(autoi=s L, e(autou\s UG. ὑποτελεῖς ἐπεποίηντο, ὁμήρους σφῶν ἔχοντες. καὶ ἐτύγχανον γὰρ δεόμενοι ὧν ὠρέγετο, ῥᾳδίως αὐτὸν ἀνέπεισαν ἐπικουρῆσαί σφισιν.
34.3 ἦρχε μὲν γὰρ Ἀριόουιστος τῶν Κελτῶν ἐκείνων, καὶ τήν τε κύρωσιν τῆς βασιλείας παρὰ τῶν Ῥωμαίων εἰλήφει, καὶ ἐς τοὺς φίλους τούς τε συμμάχους αὐτῶν ὑπʼ αὐτοῦ τοῦ Καίσαρος ὑπατεύοντος ἐσεγέγραπτο· e)sege/grapto Bs., e)/grapto L. πρὸς δὲ δὴ τὴν ἐκ τοῦ πολέμου δόξαν καὶ τὴν ἀπʼ αὐτῆς a)p' au)th=s Bk., a)p' au)tw=n L. ἰσχὺν οὐδὲν τούτων ἐφρόντισε, πλὴν καθʼ ὅσον παρὰ τοῦ βαρβάρου πρόφασιν τῆς διαφορᾶς, μὴ καὶ προϋπάρχειν
34.4 τι ἐς αὐτὸν νομισθῇ, λαβεῖν ἠθέλησε. καὶ διὰ τοῦτο μετεπέμψατο αὐτὸν ὡς καὶ διαλεχθῆναί τι αὐτῷ δεόμενος. ἐπειδή τε οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ ἔφη ὅτι “εἴ τί μοι βούλεται Καῖσαρ εἰπεῖν, αὐτὸς πρὸς ἐμὲ ἐλθέτω· οὔτε γὰρ ἄλλως καταδεέστερος αὐτοῦ εἰμι, καὶ τὸν χρείαν τινὸς ἔχοντα

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi