Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 38

38.2 πολλῷ πλείω καὶ μείζω προσκατειργάσαντο. τί γὰρ ἄν τις καθʼ ἕκαστον λέγοι τὴν Σαρδώ, τὴν Σικελίαν, τοὺς Μακεδόνας, τοὺς Ἰλλυριούς, τὴν Ἑλλάδα, τὴν Ἀσίαν τὴν περὶ τὴν Ἰωνίαν, Βιθυνούς, Ἴβηρας, Ἄφρους; καίτοι συχνὰ μὲν ἂν χρήματα ἔδοσαν αὐτοῖς Καρχηδόνιοι ὥστε μὴ ἐκεῖσε ἐκπλεῦσαι, συχνὰ δὲ Φίλιππος καὶ Περσεὺς ὥστε μὴ ἐπʼ αὐτοὺς στρατεῦσαι, πολλὰ Ἀντίοχος, πολλὰ οἱ παῖδες αὐτοῦ καὶ ἔγγονοι
38.3 ὥστε ἐπὶ τῆς Εὐρώπης καταμεῖναι. ἀλλʼ οὔτε ἐκεῖνοι πρό τε τῆς δόξης καὶ πρὸ τοῦ μεγέθους τῆς ἀρχῆς ἀργεῖν τε ἀκλεῶς καὶ πλουτεῖν ἀδεῶς εἵλοντο, οὔτʼ αὐτῶν ἡμῶν οἱ πρεσβύτεροι οἱ καὶ νῦν ἔτʼ ὄντες, ἀλλʼ ἅτε a)ll' a(/te Bk., a)lla/ te L. εὖ εἰδότες ὅτι διὰ dia\ Bk., dia/ te L. τῶν αὐτῶν ἐπιτηδευμάτων καὶ κτᾶται τὰ ἀγαθὰ καὶ σώζεται, πολλὰ μὲν ἐβεβαιώσαντο τῶν προϋπαρχόντων, πολλὰ δὲ καὶ προσεκτήσαντο.
38.4 τί γὰρ δεῖ κἀνταῦθα καθʼ ἕκαστον ἐπεξιέναι τὴν Κρήτην, τὸν Πόντον, τὴν Κύπρον, τὴν Ἰβηρίαν τὴν Ἀσιανήν, *)asianh/n Bk., a)si/an L. τὴν Ἀλβανίαν τὴν ἐκεῖ, Σύρους ἀμφοτέρους, Ἀρμενίους ἑκατέρους, Ἀραβίους, Παλαιστίνους; ὧν οὐδὲ τὰ ὀνόματα πρότερον ἀκριβῶς εἰδότες νῦν τῶν μὲν αὐτοὶ δεσπόζομεν, τὰ δὲ ἑτέροις ἐχαρισάμεθα, ὥστε ἐξ αὐτῶν καὶ προσόδους καὶ δυνάμεις καὶ τιμὰς καὶ συμμαχίας προσειληφέναι.
39.1 τοιαῦτα γοῦν ἔχοντες παραδείγματα, μήτε τὰ τῶν πατέρων ἔργα καταισχύνητε μήτε τὴν ἀρχὴν μεγίστην ἤδη οὖσαν προῆσθε. οὐδὲ γὰρ οὐδʼ ἀπʼ ἴσης ἡμῖν τε καὶ τοῖς ἄλλοις τοῖς μηδὲν τῶν ὁμοίων κεκτημένοις βουλευτέον ἐστίν.
39.2 ἐκείνοις μὲν γὰρ ἐξαρκεῖ ῥᾳστωνεύειν καὶ μετὰ ἀσφαλείας ἄλλοις ὑποπεπτωκέναι, ἡμῖν δʼ ἀναγκαῖόν ἐστι καὶ πονεῖν καὶ στρατεύεσθαι καὶ μετὰ κινδύνων τὴν παροῦσαν εὐδαιμονίαν φυλάττειν. πολλοὶ polloi\ Bk., polloi/ te L. γὰρ ἐπιβουλεύουσιν e)pibouleu/ousin Wagner, e)piqumou=sin L. αὐτῇ· πᾶν γὰρ τὸ ὑπεραῖρόν τινας καὶ ζηλοῦται καὶ φθονεῖται, κἀκ τούτου πόλεμος ἀίδιός ἐστιν ἅπασι τοῖς καταδεεστέροις πρὸς τοὺς ἔν τινι

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi