Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 38

40.4 οὐ μέμνησθε, τὰ μὲν ἀκηκοότες τὰ δὲ ἑορακότες, ὅτι οὔτε τῶν ἐν τῇ Ἰταλίᾳ γενῶν οὐδὲν πρότερον ἀπέσχετο τοῦ τῇ πατρίδι ἡμῶν ἐπιβουλεύειν πρὶν τοὺς πολέμους ἐν τῇ ἐκείνων χώρᾳ τοὺς προγόνους ἡμῶν ποιήσασθαι, οὔτε οἱ Ἠπειρῶται πρὶν ἐς τὴν
40.5 Ἑλλάδα αὐτοὺς περαιωθῆναι; οὐ Φίλιππος μελλήσας καὶ ἐπὶ τὴν Ἰταλίαν στρατεύσειν, πρὶν φθάσαντας τὴν ἐκείνου κακῶς ποιῆσαι· οὐ Περσεύς, οὐκ Ἀντίοχος, οὐ Μιθριδάτης, πρὶν τὰ αὐτὰ αὐτοὺς ἐργάσασθαι. καὶ τί τἆλλα λέγοι τις ἄν;
40.6 ἀλλʼ οἱ Καρχηδόνιοι, τέως μὲν οὐδὲν δεινὸν ἀφʼ ἡμῶν ἐν τῇ Ἀφρικῇ εἶχον, ἔς τε τὴν Ἰταλίαν διέπλεον καὶ τὴν χώραν κατέτρεχον τάς τε πόλεις ἐπόρθουν καὶ παρʼ ὀλίγον καὶ τὸ ἄστυ αὐτὸ εἷλον, ἐπειδὴ δʼ ἀντιπολεμεῖσθαι ἤρξαντο, παντάπασιν
40.7 ἐκ τῆς γῆς ἡμῶν ἐξέδρασαν. τὰ δʼ αὐτὰ ταῦτα καὶ περὶ τῶν Γαλατῶν καὶ Κελτῶν ἄν τις εἰπεῖν ἔχοι. καὶ γὰρ οὗτοι, μέχρι μὲν ἐντὸς τῶν Ἄλπεων ἐμένομεν, e)me/nomen Oddey, e)/menon L. πολλάκις αὐτὰς ὑπερέβησαν καὶ πολλὰ τῆς Ἰταλίας ἐπόρθησαν· ἐπεὶ δὲ ἐτολμήσαμέν ποτε ἔξω τε τῶν ὅρων ἐκστρατεῦσαι καὶ τὸν πόλεμόν σφισι περιστῆσαι, καί τινα καὶ τῆς χώρας αὐτῶν ἀπετεμόμεθα, οὐκέτʼ οὐδένα πόλεμον ἀπʼ αὐτῶν ἐν τῇ Ἰταλίᾳ, πλὴν ἅπαξ, εἴδομεν.
40.8 ὅταν οὖν τούτων οὕτως ἐχόντων λέγῃ τις ὅτι οὐ χρὴ πολεμεῖν ἡμᾶς, οὐδὲν ἄλλο φησὶν ἢ ὅτι οὐ χρὴ πλουτεῖν, οὐ χρὴ ἑτέρων ἄρχειν, οὐκ ἐλευθέρους,
40.9 οὐ Ῥωμαίους εἶναι. ὥσπερ οὖν ἄν, εἴπερ τι τούτων εἶπέ τις, οὐκ ἂν ἠνέσχεσθε ἀλλὰ κἂν ἐν χερσὶν αὐτὸν ἀπεκτείνατε, οὕτω καὶ νῦν, ὦ ἄνδρες ἑταῖροι, πρὸς τοὺς ἐκεῖνα λέγοντας διατίθεσθε, μὴ τοῖς ῥήμασί σφων ἀλλὰ τοῖς ἔργοις τὸν νοῦν τεκμαιρόμενοι.
40.9 οὐκοῦν ὅτι μὲν οὕτω χρὴ φρονεῖν, οὐδένʼ ἂν ou)de/n' a)\n Pflugk, ou)de/na L.
41.1 ἀντειπεῖν ὑμῶν u(mw=n Bk., u(mi=n L. νομίζω· εἰ δʼ ὅτι μήτε ἐξήτασται περὶ τοῦ πολέμου τούτου παρὰ para\ Rk., para/ te L. τῇ βουλῇ καὶ παρὰ τῷ δήμῳ μὴ ἐψήφισται, διὰ τοῦτό τις ἧττον οἴεται δεῖν ἡμᾶς προθυμηθῆναι, λογισάσθω τοῦθʼ, tou=q' Pflugk, tau=q' L. ὅτι πάντες οἱ πόλεμοι ὅσοι πώποτε γεγόνασιν ἡμῖν, οἱ μὲν ἐκ παρασκευῆς καὶ προεπαγγέλσεως

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi