Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 38

44.4 τινὰ ὑπὲρ αὐτοῦ, εἶτα ταυτὶ νυνὶ λέγω. ἐγὼ μὲν γὰρ καὶ τότε καὶ νῦν τὴν αὐτὴν γνώμην ἔχω καὶ οὐ μεταβάλλομαι. τίς δέ ἐστιν αὕτη; τοὺς μὲν ἀγαθοὺς καὶ πιστοὺς καὶ τιμᾶν καὶ ἀμείβεσθαι, τοὺς δὲ κακοὺς καὶ ἀπίστους καὶ ἀτιμάζειν καὶ ἀμύνεσθαι. ἐκεῖνος δέ ἐστιν ὁ μεταβαλλόμενος, ὁ μήτε καλῶς μήτε δεόντως τοῖς δοθεῖσιν αὐτῷ παρʼ ἡμῶν χρώμενος.
45.1 Ὥσθʼ ὅτι μὲν δικαιότατα ἂν αὐτῷ πολεμήσαιμεν, οὐδένα ἀμφισβητήσειν οἴομαι· ὅτι δὲ οὔτε ἄμαχος οὔτε δυσπολέμητός ἐστιν, ὁρᾶτε μὲν καὶ ἐκ τῶν ἄλλων τῶν ὁμοφύλων αὐτῷ, οὓς πολλάκις μὲν καὶ πρότερον, ῥᾷστα δὲ καὶ νῦν ἐνικήσαμεν, λογίζεσθε δὲ καὶ ἐξ ὧν περὶ αὐτοῦ
45.2 ἐκείνου πυνθανόμεθα. οὔτε γὰρ ἄλλως δύναμίν τινα οἰκείαν συνεστηκυῖαν καὶ συγκεκροτημένην ἔχει· νῦν τε, ἅτε μηδὲν δεινὸν προσδοκῶν, καὶ παντελῶς ἀπαράσκευός ἐστιν. οὐ τοίνυν οὐδὲ ἐκ τῶν ὁμοχώρων ἄν τις αὐτῷ au)tw=| R. Steph., au)to\n L. προθύμως, οὐδʼ εἰ
45.3 πάνυ ἐπαγγέλλεται, βοηθήσειε· τίς μὲν γὰρ ἂν ἕλοιτο ἐκείνῳ συμμαχήσας πολεμῆσαι ἡμῖν, μηδὲν ὑφʼ ἡμῶν λελυπημένος; πῶς δʼ οὐκ ἂν μᾶλλον ἡμῖν πάντες ἢ ἐκείνῳ συναράμενοι τήν τε τυραννίδα αὐτοῦ ὅμορόν σφισιν οὖσαν καταλῦσαι καὶ τῆς χώρας μέρος τι παρʼ ἡμῶν προσλαβεῖν ἐθελήσειαν;
45.4 εἰ δὲ δὴ καὶ συσταῖέν τινες, οὔτι γε καὶ κρείττους ἂν ἡμῶν γένοιντο. ἵνα γὰρ τἆλλα ἐάσω, τὸ πλῆθος ἡμῶν, τὴν ἡλικίαν, τὴν ἐμπειρίαν, τὰ ἔργα, ἐκεῖνό γε τίς οὐκ οἶδεν, ὅτι ἡμεῖς μὲν κατὰ πᾶν pa=n Rk., panq' L. ὁμοίως τὸ σῶμα ὡπλίσμεθα, ἐκεῖνοι δὲ δὴ γυμνοὶ τὸ πλεῖστόν εἰσι, καὶ ἡμεῖς μὲν καὶ λογισμῷ καὶ τάξει χρώμεθα, ἐκεῖνοι δὲ δὴ θυμῷ
45.5 πρὸς πάντα ἀσύντακτοι φέρονται; μὴ γάρ τοι μήτε τὴν ὁρμὴν αὐτῶν μήτε τὸ μέγεθος ἢ τῶν σωμάτων ἢ τῆς βοῆς φοβηθῆτε. φωνή τε γὰρ οὐδένα πώποτε ἀνθρώπων ἀπέκτεινε, καὶ τὰ σώματα αὐτῶν δρᾶν μὲν οὐδὲν πλέον, ἅτε τὰς αὐτὰς ἡμῖν χεῖρας ἔχοντα, πάσχειν δὲ πολὺ πλείω, ἅτε καὶ μεγάλα καὶ γυμνὰ ὄντα, δυνήσεται· ἥ τε ὁρμὴ ἄμετρος καὶ προπετὴς τὸ κατʼ ἀρχὰς οὖσα καὶ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi