Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 38

7.3 σφῶν τὸ κοινὸν ὠφελήσαντες. w)felh/santes Bk., w)felhqh/sesqai L. ὅ τε οὖν νόμος οὕτως ἐκυρώθη, καὶ προσέτι καὶ ἡ τῶν Καμπανῶν γῆ τοῖς τρία τε πλείω τε ἔτι τέκνα ἔχουσιν ἐδόθη. καὶ διὰ τοῦτο καὶ ἄποικος τῶν Ῥωμαίων ἡ Καπύη τότε πρῶτον ἐνομίσθη.
7.4 τὸ μὲν οὖν πλῆθος ἐκ τούτων ὁ Καῖσαρ ἀνηρτήσατο, τοὺς δʼ ἱππέας τὸ τριτημόριόν trithmo/rio/n R. Steph., trithme/rion L. σφισι τῶν τελῶν ἃ ἐμεμίσθωντο e)memi/sqwnto Leuncl., e)memi/sqwto L. ἀφείς· πᾶσαί τε γὰρ αἱ ai( Bk., au)= L. τελωνίαι διʼ αὐτῶν ἐγίγνοντο, καὶ πολλάκις τῆς βουλῆς δεηθέντες ὅπως ἐκδικίας τινὸς τύχωσιν οὐχ εὕροντο, ἄλλων τε καὶ τοῦ Κάτωνος
7.5 ἀντιπραξάντων. ὡς δʼ οὖν καὶ τοῦτο τὸ ἔθνος μηδʼ ἀντειπόντος τινὸς ᾠκειώσατο, πρῶτον μὲν τὰ πραχθέντα praxqe/nta Xyl., prostaxqe/nta L. ὑπὸ τοῦ Πομπηίου πάντα, μήτε τοῦ Λουκούλλου μήτʼ ἄλλου τινὸς ἀντιστάντος, ἐβεβαίωσεν, ἔπειτα δὲ καὶ ἄλλα πολλὰ διενομοθέτησε
7.6 μηδενὸς ἐναντιουμένου. οὐδὲ γὰρ οὐδʼ ὁ Κάτων ἀντεῖπέ τι, καίπερ ἐν τῇ στρατηγίᾳ, ἣν μετὰ ταῦτα οὐ πολλῷ ὕστερον ἔσχε, μηδαμοῦ τῆς τῶν νόμων αὐτοῦ προσηγορίας, ὡς καὶ Ἰουλίων ἐπικαλουμένων, ἐπιμνησθείς· τὰ γὰρ δικαστήρια κατʼ αὐτοὺς ἀποκληρῶν a)poklhrw=n Bk., a)peklh/roun L. τὸ ὄνομα αὐτῶν γελοιότατα ἀπεκρύπτετο. τούτους μὲν οὖν, ὅτι πάμπολλοί τέ εἰσι καὶ οὐδʼ ὁτιοῦν τῇδε τῇ συγγραφῇ συμβάλλονται,
8.1 παραλείψω· Κύιντος δὲ δὴ Φούφιος Καλῆνος ἀναμὶξ πάντων τὰς ψήφους ἔν γε ge Rk., te L. ταῖς φιλονεικίαις (τά τε κρείττω πρὸς σφᾶς ὡς ἑκάστου τῶν γενῶν ἄγοντος καὶ τὰ ἀτοπώτερα a)topw/tera R. Steph., a)pw/tera L. ἐς ἑτέρους ἀπωθοῦντοσʼ οὔσας εὑρών, ἐνομοθέτησε στρατηγῶν χωρὶς αὐτοὺς ὡς ἑκάστους ψηφίζεσθαι, ἵνʼ εἰ μὴ καὶ κατʼ ἄνδρα, τῷ κρύφα σφᾶς τοῦτο ποιεῖν, ἀλλὰ τά γε ἔθνη e)/qnh Leuncl., h)/qh L. αὐτῶν ἔκδηλα ὅπως φρονοίη γίγνοιτο. gi/gnoito St., gi/gnointo L.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi