Kitap 39
1.3
Ταῦτʼ οὖν ὁ Καῖσαρ παρὰ τῶν Ῥημῶν *(rhmw=n Xyl., r(hnw=n L. μαθὼν ἐν φρουρᾷ τε αὐτοὺς ἐποιήσατο, κἀνταῦθα πρὸς τῷ Αὐξούννῳ ποταμῷ στρατοπεδευσάμενος ἤθροιζέ τε ἅμα τοὺς στρατιώτας καὶ ἐξήσκει. οὐδὲ ἐτόλμησε πρότερον τοῖς πολεμίοις, καίτοι τὴν χώραν σφῶν κατατρέχουσιν, ἐς χεῖρας ἐλθεῖν,
1.4
πρὶν ὡς καὶ δεδιότος αὐτοῦ καταφρονήσαντες ἐπεχείρησαν τήν τε γέφυραν καταλαβεῖν καὶ τὴν σιτοπομπίαν, ἣν διʼ αὐτῆς παρὰ τῶν συμμάχων ἐποιεῖτο, ἀφελέσθαι. τοῦτο γὰρ ἐξ αὐτομόλων προγνοὺς ἐσόμενον, ἔπεμψεν ἐπʼ αὐτοὺς νυκτὸς
2.1
τούς τε ψιλοὺς καὶ τοὺς ἱππέας. καὶ οἱ μὲν προσπεσόντες τοῖς βαρβάροις ἀπροσδόκητοι πολλοὺς ἀπέκτειναν, ὥστε πάντας τῆς ἐπιούσης νυκτὸς ἐς τὴν οἰκείαν, ἄλλως τε καὶ ἐπειδὴ οἱ Αἴδουοι ἐσβεβληκότες ἐς αὐτὴν ἠγγέλλοντο, ἀπαναστῆναι· Καῖσαρ δὲ ᾔσθετο μὲν τὸ γιγνόμενον, οὐκ ἐτόλμησε δέ σφας εὐθύς, ἀγνοίᾳ τῶν
2.2
χωρίων, ἐπιδιῶξαι. ἀλλʼ ἅμα ἕῳ e(/w| supplied by Bk. τήν τε ἵππον λαβὼν καὶ τοὺς πεζοὺς ἐπακολουθεῖν κελεύσας κατέλαβεν αὐτούς, καὶ ὑποστάντας ἐς μάχην (ἐνομίζετο γὰρ σὺν μόνῃ τῇ ἵππῳ εἶναι) διέτριψε μέχρις οὗ καὶ ὁ πεζὸς ἦλθε, καὶ οὕτω παντὶ τῷ στρατῷ περισχὼν τούς τε πλείους κατέκοψε καὶ τοὺς περιλοίπους ὁμολογίᾳ παρεστήσατο. κἀκ τούτου καὶ τῶν δήμων τοὺς μὲν ἀμαχεὶ προσηγάγετο τοὺς δὲ πολέμῳ.
3.1
Νέρουιοι οὖν τῆς μὲν πεδιάδος (οὐ γὰρ ἦσαν ἀξιόμαχοι) ἑκόντες αὐτῷ ἐξέστησαν, ἐς δὲ δὴ τὰ ὄρη τὰ ὑλωδέστατα ἀνακομισθέντες, ἔπειτʼ ἐπειδὴ καὶ ἐκεῖθεν The text is corrupt here, some sords having fallen out. ἐπικατέδραμον ἀνέλπιστοι, καὶ καθʼ ὃ μὲν αὐτὸς ὁ Καῖσαρ ἦν ἐτράποντο καὶ ἔφυγον, τῷ δὲ δὴ πλείονι τοῦ στρατοῦ καθυπέρτεροί τε ἐγένοντο καὶ τὸ στρατόπεδον αὐτοβοεὶ εἷλον.
3.2
αἰσθόμενος δὲ τοῦτʼ ἐκεῖνος (προεκεχωρήκει proekexwrh/kei Oddey, prosexwrh/kei L. γὰρ ga\r added by Oddey. ἐπί τι e)pi/ ti Rk., e)pi/ te L. τοὺς τετραμμένους διώκωνʼ ἀνέστρεψε, καὶ καταλαβὼν αὐτοὺς ἐν τῷ ἐρύματι ἁρπαγὴν ποιουμένους περιεστοιχίσατο καὶ κατεφόνευσε. πράξας δὲ ταῦτα, οὐδὲν ἔτι e)/ti Xyl., o(/ti L. μέγα ἔργον τοὺς λοιποὺς Νερουίους χειρούμενος ἔσχε.