Kitap 39
38.6
κἀνταῦθα καθαρμόν τινά σφων ποιεῖσθαι. ἤκουσα μὲν δὴ ταῦτα, ἤκουσα δὲ καὶ ἐκεῖνο, ὅτι τὸ θέατρον τοῦτο οὐχ ὁ Πομπήιος ἐποίησεν, ἀλλὰ καὶ Δημήτριός τις ἀπελεύθερος αὐτοῦ, ἐκ τῶν χρημάτων ὧν συστρατευόμενός οἱ ἐπεπόριστο. ὅθενπερ καὶ τὴν ἐπωνυμίαν τοῦ ἔργου δικαιότατα αὐτῷ ἀνέθηκεν, ἵνα μὴ μάτην mh\ ma/thn Polak, mh\ th\n L. κακῶς ἀκούῃ ὅτι ἐξελεύθερος αὐτοῦ ἠργυρολόγησεν ὥστε καὶ ἐς τηλικοῦτον ἀνάλωμα ἐξικέσθαι.
39.1
οὐ μὴν ἀλλʼ ἐν μὲν τούτοις οὐ σμικρὰ τῷ δήμῳ ὁ Πομπήιος ἐχαρίσατο, τοὺς δὲ δὴ καταλόγους μετὰ τοῦ Κράσσου πρὸς τὰ ἐψηφισμένα σφίσι ποιούμενος πλεῖστον αὐτοὺς ἐλύπησε. καὶ τότε δὴ οἱ πολλοὶ μετεμέλοντο καὶ τόν τε Κάτωνα καὶ τοὺς ἄλλους ἐπῄνουν, ὥστε καὶ ἐκείνους διά τε
39.2
τοῦτο, καὶ ὅτι δίκη τις λόγῳ μὲν τοῖς ὑποστρατήγοις σφῶν, ἔργῳ δὲ αὐτοῖς πρὸς τὰ γιγνόμενα παρὰ δημάρχων τινῶν ἐπήχθη, βίαιον μὲν μηδὲν τολμῆσαι, τὴν δὲ ἐσθῆτα ὡς ἐπὶ συμφορᾷ μετὰ τῶν ἐκ τῆς βουλῆς στασιωτῶν ἀλλάξασθαι.
39.3
καὶ ταύτην μὲν εὐθὺς μεταγνόντες καὶ μηδὲ προφάσεώς τινος ἐπιλαβόμενοι μετεσκευάσαντο· τῶν δὲ δημάρχων τούς τε καταλόγους διαλῦσαι καὶ τὰς στρατείας αὐτῶν ἀναψηφίσαι ἐπιχειρούντων
39.4
ὁ μὲν Πομπήιος οὐκ ἠγανάκτει (τούς τε γὰρ ὑπάρχους παραχρῆμα ἐξεπεπόμφει, καὶ αὐτὸς κατὰ χώραν, ὡς καὶ κωλυόμενος ἐξελθεῖν, ἄλλως διὰ τὴν ἐπιμέλειαν τοῦ σίτου παρεῖναι ὀφείλων, ἡδέως ἔμενεν, ἵνα τάς τʼ Ἰβηρίας ta/s t' *)ibhri/as Bk., tas2iberia L. ἅμα διʼ ἐκείνων κατάσχῃ καὶ τὰ ἐν τῇ Ῥώμῃ τῇ τε ἄλλῃ Ἰταλίᾳ διʼ
39.5
ἑαυτοῦ ποιήσηταἰ, ὁ δὲ δὴ Κράσσος, ἐπειδὴ μηδέτερον αὐτῷ τούτων ὑπῆρχεν, ἐπὶ τὴν ἐκ τῶν ὅπλων ἰσχὺν ἐτράπετο. οἱ οὖν δήμαρχοι ἰδόντες ὅτι ἡ παρρησία αὐτῶν ἄοπλος οὖσα ἀσθενὴς πρὸς τὸ κωλῦσαί τι πραχθῆναι ἦν, h)=n added by Bk. ἄλλως μὲν ἐσιώπων, ἐπεφήμιζον δὲ αὐτῷ πολλὰ καὶ ἄτοπα, ὥσπερ οὐ