Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 39

44.2 τινας· οὔτε γὰρ πόλεις ἔχοντες ἀλλʼ ἐν καλύβαις διαιτώμενοι, καὶ τὰ τιμιώτατα ἐς τὰ λασιώτατα τῶν ὀρῶν ἀνασκευασάμενοι, πολὺ πλείω τοὺς προσμίξαντάς σφισι τῶν Ῥωμαίων ἐκάκωσαν ἢ αὐτοὶ ἔπαθον. ἐπεχείρησε μὲν γὰρ ὁ Καῖσαρ καὶ ἐς αὐτὰ τὰ ὄρη τὴν ὕλην τέμνων προχωρῆσαι, ἀπειπὼν δὲ διά τε τὸ μέγεθος αὐτῶν καὶ διὰ τὸ πρὸς χειμῶνα εἶναι ἀπανέστη.
45.1 ἔτι δʼ αὐτοῦ ἐν τῇ Οὐενετίᾳ ὄντος Κύιντος Τιτούριος Σαβῖνος ὑποστράτηγός τε ἐστάλη ἐπὶ Οὐενέλλους, *ou)ene/llous Bs., ou)enesi/ous L. ὧν ἡγεῖτο Οὐιριδοῦιξ, *ou)iridou=ic R. Steph., i)doui\c L. καὶ τὰ μὲν πρῶτα καὶ πάνυ τὸ πλῆθος αὐτῶν κατεπλάγη,
45.2 ὥστʼ ἀγαπᾶν ἂν τό γε w(/st' a)gapa=n a)\n to/ ge St., w(/st' a)gapa=n ei) to\ Leuncl., w(s ta\ pa/ntote L. ἔρυμα διασώσηται, ἔπειτα δὲ αἰσθόμενός σφας θρασύτερον μὲν ἀπὸ τούτου διακειμένους, οὐ μὴν καὶ τῷ ἔργῳ δεινοὺς ὄντας, οἷά που οἱ πολλοὶ τῶν βαρβάρων ἐν ταῖς ἀπειλαῖς πᾶν τὸ φοβερὸν διὰ κενῆς ἐπικομποῦσιν, ἀνεθάρσησε. καὶ ἐκ μὲν τοῦ προφανοῦς οὐδʼ οὕτως ἐτόλμησέ σφισι συνενεχθῆναι (τῷ γὰρ πλήθει πολὺ
45.3 κατείργετὀ, πρὸς δὲ δὴ τὸ τάφρευμα τὸ ἑαυτοῦ μετεώρου metew/rou Reim., h(= metew/rou L. τοῦ χωρίου ὄντος ὑπηγάγετο αὐτοὺς ἀπερισκέπτως προσβαλεῖν· τῶν γὰρ συμμάχων τινὰ ὁμοφωνοῦντά σφισιν ὑπὸ τὴν ἐσπέραν ὡς αὐτόμολον πέμψας, ἔπεισεν αὐτοὺς ὅτι ὅ τε Καῖσαρ
45.4 ἐπταικὼς εἴη καὶ οὕτω ou(/tw R. Steph., ou(/tws L. πιστεύσαντες ἀπερισκέπτως ἐκεῖνοι (πάνυ γάρ τι ti Bk., toi L. διακορεῖς καὶ τῆς τροφῆς καὶ τοῦ ποτοῦ ἦσανʼ εὐθὺς ἐπὶ τοὺς Ῥωμαίους, μὴ καὶ φθάσωσί σφας φυγόντες, ὥρμησαν, καὶ ἔδει γὰρ μηδὲ πυρφόρον τῷ λόγῳ αὐτῶν σωθῆναι, φρύγανα καὶ ξύλα τὰ μὲν ἀράμενοι τὰ δὲ ἐφελκόμενοι ὡς καὶ καταπρήσοντες
45.5 αὐτούς, πρός τε τὸ ὄρθιον προσέβαλον καὶ σπουδῇ προσανέβαινον, μηδενός σφισιν ἐναντιουμένου· ὁ γὰρ Σαβῖνος οὐκ ἐκινήθη πρὶν ἐντὸς τῆς ἐπικρατείας αὐτοῦ τοὺς πλείους αὐτῶν γενέσθαι. τότε δὲ ἐπικατέδραμέ σφισιν ἁπανταχόθεν ἅμα ἀπροσδόκητος, καὶ τοὺς πρώτους ἐκπλήξας κατήραξε

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi