Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 39

47.1 ταῦτα μὲν ἐν τῷ θέρει ἐπράχθη, χειμαζόντων δὲ τῶν Ῥωμαίων ἐν τῇ φιλίᾳ Τέγκτηροί τε καὶ Οὐσιπέται, Κελτικὰ γένη, τὸ μέν τι καὶ πρὸς Σουήβων *souh/bwn R. Steph., ou)h/bwn L. ἐκβιασθέντες τὸ to\ added by Xyl. δὲ καὶ πρὸς τῶν Γαλατῶν ἐπικληθέντες, τόν τε Ῥῆνον διέβησαν
47.2 καὶ ἐς τὴν τῶν Τρηουήρων *trhouh/rwn Bs., trih/rwn L (but trhouh/rois xl. 32, 1). ἐνέβαλον. κἀνταῦθα τὸν Καίσαρα εὑρόντες καὶ φοβηθέντες ἔπεμψαν πρὸς αὐτὸν σπονδάς τε ποιούμενοι καὶ χώραν αἰτοῦντες, ἢ σφίσι γε ἐπιτραπῆναί τινα ἀξιοῦντες λαβεῖν. ὡς δʼ οὐδενὸς ἔτυχον, τὸ μὲν πρῶτον ἐθελονταὶ e)qelontai\ R. Steph., e)qelonta\s L. οἴκαδε ἐπανήξειν ὑπέσχοντο καὶ διοκωχὴν
47.3 ᾐτήσαντο· ἔπειτα δὲ ἱππέας αὐτοῦ ὀλίγους προσιόντας ἰδόντες οἱ ἐν τῇ ἡλικίᾳ σφῶν ὄντες κατεφρόνησάν τε αὐτῶν καὶ μετέγνωσαν, κἀκ ka)k Rk., kai\ L. τούτου ἐπισχόντες τῆς πορείας porei/as Xyl., a)pori/as L. ἐκείνους τε μὴ προσδεχομένους ἐκακωσαν, καὶ ἐπαρθέντες ἐπὶ
48.1 τούτῳ εἴχοντο τοῦ πολέμου. καὶ αὐτῶν οἱ πρεσβύτεροι καταγνόντες πρός τε τὸν Καίσαρα καὶ παρὰ τὴν γνώμην σφῶν ἦλθον, καὶ ἐδέοντο αὐτοῦ συγγνῶναί σφισι, τὴν αἰτίαν ἐς ὀλίγους τρέποντες. ὁ δὲ τούτους tou/tous R. Steph., tou/tois L. μὲν ὡς καὶ ἀπόκρισίν τινα αὐτοῖς
48.2 οὐκ ἐς μακρὰν δώσων κατέσχεν, ὁρμήσας δὲ ἐπὶ τοὺς ἄλλους ἐν ταῖς σκηναῖς ὄντας ἐπέστη τέ σφισι μεσημβριάζουσι καὶ μηδὲν πολέμιον, ἅτε ἐκείνων παρʼ αὐτῷ ὄντων, ὑποτοπουμένοις, καὶ ἐσπηδήσας ἐς αὐτὰς παμπληθεῖς τῶν πεζῶν, οὐδὲ τὰ ὅπλα ἀνελέσθαι φθάσαντας, ἀλλὰ καὶ περὶ kai\ peri\ Rk., kai/per L. ταῖς ἁμάξαις ὑπό τε τῶν γυναικῶν καὶ ὑπὸ τῶν παίδων ἀναμὶξ ὄντων ταραττομένους, tarattome/nous R. Steph., paratattome/nous L. κατεφόνευσε.
48.3 τούς τε ἱππέας ἀπόντας τότε, καὶ παραχρῆμα, ὡς ἐπύθοντο τὸ γεγονός, πρός τε τὰ οἰκεῖα ἤθη ὁρμήσαντας καὶ πρὸς Συγάμβρους ἀποχωρήσαντας, πέμψας ἐξῄτησεν, οὐχ ὅτι καὶ ἐκδοθήσεσθαί σφας προσεδόκησεν (οὐ γάρ που οὕτως οἱ πέραν τοῦ Ῥήνου τοὺς Ῥωμαίους ἐφοβοῦντο ὥστε καὶ τὰ τοιαῦτα αὐτῶν ἀκούεινʼ, ἀλλʼ ὅπως ἐπὶ τῇ προφάσει

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi