Kitap 39
50.4
συγγέγραπται. προϊόντος δὲ δὴ τοῦ χρόνου πρότερόν τε ἐπʼ Ἀγρικόλου ἀντιστρατήγου καὶ νῦν ἐπὶ Σεουήρου αὐτοκράτορος νῆσος οὖσα σαφῶς ἐλήλεγκται.
51.1
ἐς ταύτην οὖν τότε ὁ Καῖσαρ, ἐπειδὴ τά τε ἄλλα τὰ τῶν Γαλατῶν ἡσύχαζε καὶ τοὺς Μωρίνους προσεποιήσατο, ἐπεθύμησε διαβῆναι. καὶ τὸν μὲν διάπλουν καθʼ ὃ μάλιστα ἐχρῆν μετὰ τῶν πεζῶν ἐποιήσατο, οὐ μέντοι καὶ ᾗ ἔδει προσέσχεν· οἱ γὰρ Βρεττανοὶ τὸν ἐπίπλουν αὐτοῦ προπυθόμενοι τὰς κατάρσεις ἁπάσας τὰς πρὸς τῆς ἠπείρου
51.2
οὔσας προκατέλαβον. ἄκραν οὖν τινα προέχουσαν περιπλεύσας ἑτέρωσε παρεκομίσθη· κἀνταῦθα τοὺς προσμίξαντάς οἱ ἐς τὰ τενάγη ἀποβαίνοντι νικήσας, ἔφθη τῆς γῆς κρατήσας πρὶν τὴν πλείω συμβοήθειαν ἐλθεῖν, καὶ μετὰ ταῦτα καὶ ἐκείνους
51.3
προσβαλόντας ἀπεώσατο. καὶ ἔπιπτον μὲν οὐ πολλοὶ τῶν βαρβάρων (ἁρματηλάται τε γὰρ ὄντες καὶ ἱππῆς ῥᾳδίως τοὺς Ῥωμαίους, μηδέπω τοῦ ἱππικοῦ αὐτοῖς παρόντος, διέφυγονʼ, ἐκπλαγέντες δὲ πρός τε τὰ ἐκ τῆς ἠπείρου περὶ αὐτῶν ἀγγελλόμενα, καὶ ὅτι περαιωθῆναί τε ὅλως ἐτόλμησαν καὶ ἐπιβῆναι τῆς χώρας ἠδυνήθησαν, πέμπουσι πρὸς τὸν Καίσαρα τῶν Μωρίνων τινάς, φίλων σφίσιν ὄντων, ἐπικηρυκευόμενοι. καὶ τότε μὲν
52.1
ὁμήρους αἰτήσαντι αὐτῷ δοῦναι ἠθέλησαν, πονησάντων δὲ ἐν τούτῳ τῶν Ῥωμαίων ὑπὸ χειμῶνος καὶ τῷ παρόντι ναυτικῷ καὶ τῷ ἀφικνουμένῳ καὶ μετέγνωσαν, καὶ ἐκ μὲν τοῦ προφανοῦς οὐκ ἐπέθεντο αὐτοῖς (τὸ γὰρ στρατόπεδον ἰσχυρῶς ἐφυλάσσετὀ,
52.2
δεξάμενοι δέ τινας ὡς καὶ ἐς φιλίαν τὴν χώραν σφῶν πρὸς κομιδὴν τῶν ἐπιτηδείων πεμφθέντας, αὐτούς au)tou\s Leuncl., tou\s L. τε πλὴν ὀλίγων ἔφθειραν (ὁ γὰρ Καῖσαρ διὰ ταχέων τοῖς λοιποῖς ἐπήμυνἐ καὶ μετὰ τοῦτο καὶ πρὸς αὐτὸ τὸ ἔρυμα αὐτῶν προσέβαλον. καὶ ἔπραξαν μὲν οὐδέν, ἀλλὰ καὶ κακῶς ἀπήλλαξαν· οὐ μέντοι καὶ ἐς ὁμολογίαν ἦλθον
52.3
πρὶν πολλάκις σφαλῆναι. καὶ γὰρ ὁ Καῖσαρ ἄλλως μὲν οὐκ εἶχε γνώμην σπείσασθαι σφίσιν· ἐπεὶ δὲ ὅ τε χειμὼν προσῄει, καὶ οὐχ ἱκανὴν τὴν παροῦσαν δύναμιν περιεβέβλητο ὥστε καὶ ἐν αὐτῷ πολεμῆσαι, ἥ τε κομιζομένη ἔσφαλτο, καὶ οἱ Γαλάται πρὸς τὴν ἀπουσίαν αὐτοῦ ἐνεωτέρισαν, καὶ ἄκων αὐτοῖς συνηλλάγη, ὁμήρους καὶ τότε πλείους αἰτήσας μέν, λαβὼν δὲ ὀλίγους.