Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 39

53.1 καὶ ὁ μὲν ἐς τὴν ἤπειρον ἀναπλεύσας τὰ ταραχθέντα καθίστατο, μηδὲν mhde\n Leuncl., mhde\n mh/te L. ἐκ τῆς Βρεττανίας μήτε ἑαυτῷ μήτε τῇ πόλει προσκτησάμενος πλὴν τοῦ ἐστρατευκέναι ἐπʼ αὐτοὺς au)tou\s Leuncl., au)ta\s L. δόξαι. τούτῳ γὰρ καὶ αὐτὸς ἰσχυρῶς ἐσεμνύνετο καὶ οἱ οἴκοι Ῥωμαῖοι
53.2 θαυμαστῶς ἐμεγαλύνοντο· ἐμφανῆ τε γὰρ τὰ πρὶν ἄγνωστα καὶ ἐπιβατὰ τὰ πρόσθεν ἀνήκουστα ὁρῶντές σφισι γεγονότα, τήν τε μέλλουσαν ἐξ αὐτῶν ἐλπίδα ὡς καὶ παροῦσαν ἔργῳ ἐλάμβανον, καὶ πάνθʼ ὅσα καταπράξειν katapra/cein R. Steph., kataprh/cein L. προσεδέχοντο ὡς καὶ ἔχοντες ἤδη ἠγάλλοντο. καὶ οἱ μὲν διὰ ταῦτα ἱερομηνίας ἐπὶ εἴκοσιν
54.1 ἡμέρας ἀγαγεῖν ἐψηφίσαντο· ἐν ᾧ δὲ ἐκεῖνα ἐγίγνετο, καὶ ἡ Ἰβηρία ἐκινήθη, διὸ καὶ τῷ Πομπηίῳ προσετάχθη. ἐπαναστάντες e)panasta/ntes Bk., prosanasta/ntes L. γάρ τινες καὶ Οὐακκαίους προστησάμενοι μάχῃ μὲν ὑπὸ τοῦ Νέπωτος τοῦ Μετέλλου, ἀπαράσκευοι ἔτʼ ὄντες, ἡττήθησαν,
54.2 πολιορκοῦντι δʼ αὐτῷ Κλουνίαν ἐπελθόντες ἀμείνους ἐγένοντο, καὶ ἐκείνην μὲν περιεποιήσαντο, ἑτέρωθι δὲ ἐσφάλησαν, οὐ μὴν ὥστε καὶ διʼ ὀλίγου δουλωθῆναι. τῷ γὰρ πλήθει πολὺ τῶν ἐναντίων περιῆσαν, ὥστε τὸν Νέπωτα ἀγαπᾶν ἂν τὴν ἡσυχίαν ἀκινδύνως ἄγῃ.
55.1 κατὰ δὲ δὴ τὸν αὐτὸν τοῦτον χρόνον καὶ ὁ Πτολεμαῖος, καίτοι τῶν Ῥωμαίων τήν τε ἐπικουρίαν ἀπεψηφισμένων καὶ πρὸς τὰς δωροδοκίας τὰς ὑπʼ u(p' St., a)p' L. αὐτοῦ γενομένας δεινῶς ἔτι καὶ τότε διακειμένων, κατήχθη καὶ τὴν βασιλείαν ἐκομίσατο.
55.2 ἔπραξαν δὲ τοῦτο ὅ τε Πομπήιος καὶ ὁ Γαβίνιος· τοσοῦτον γὰρ αἵ τε δυναστεῖαι καὶ αἱ τῶν χρημάτων περιουσίαι καὶ παρὰ τὰ ψηφίσματα τά τε
55.3 τοῦ δήμου καὶ τὰ τῆς βουλῆς ἴσχυσαν, ὥστε ἐπιστείλας μὲν ὁ Πομπήιος τῷ Γαβινίῳ τῆς Συρίας τότε ἄρχοντι, στρατεύσας δὲ ἐκεῖνος, ὁ μὲν τῇ χάριτι ὁ δὲ τῇ δωροληψίᾳ καὶ ἄκοντος αὐτὸν τοῦ κοινοῦ κατήγαγον, μηδὲν μήτε ἐκείνου μήτε

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi