Kitap 39
58.2
πρὸς δὲ δὴ πόλεμον τά τε δεινὰ αὐτοῦ φλαυρότα- τοί εἰσι, καίπερ ἐν ταῖς στάσεσι, πλείσταις δὴ καὶ μεγίσταις παρʼ αὐτοῖς γιγνομέναις, διὰ φόνων τε ἀεὶ χωροῦντες καὶ τὸ ζῆν παρʼ οὐδὲν πρὸς τὴν αὐτίκα φιλονεικίαν τιθέμενοι, ἀλλὰ καὶ ὥσπερ τι τῶν ἀρίστων ἢ ἀναγκαιοτάτων h)\ a)nagkaiota/twn Bk., a)nagkaio/taton L. τὸν ἐν αὐταῖς
58.3
ὄλεθρον διώκοντες. νικήσας οὖν αὐτοὺς ὁ Γαβίνιος, καὶ ἄλλους τε πολλοὺς καὶ τὸν Ἀρχέλαον φονεύσας, ἐγκρατής τε τῆς Αἰγύπτου πάσης παραχρῆμα ἐγένετο καὶ τῷ Πτολεμαίῳ αὐτὴν παρέδωκε. καὶ ὁ μὲν τήν τε θυγατέρα καὶ τῶν ἄλλων τοὺς πρώτους καὶ πλουσιωτάτους, ἅτε καὶ χρημάτων
59.1
πολλῶν δεόμενος, ἀπέκτεινε· Γαβίνιος δὲ ἐκεῖνον μὲν οὕτω κατήγαγεν, οὐ μέντοι καὶ οἴκαδε περὶ τῶν πραχθέντων ἐπέστειλεν, ἵνα μὴ καὶ αὐτάγγελός au)ta/ggelos Xyl., au)tai/ ge/los L. σφισιν ὧν παρηνομήκει γένηται. ἀλλʼ οὐ γὰρ οἷόν τε ἦν τηλικοῦτο πρᾶγμα κρυφθῆναι, εὐθύς τε αὐτὸ au)to\ Rk., au)to\s L. ὁ δῆμος ἐπύθετο, καὶ ἐπειδὴ καὶ οἱ Σύροι
59.2
πολλὰ τοῦ Γαβινίου, ἄλλως τε καὶ ἐν τῇ ἀπουσίᾳ αὐτοῦ δεινῶς ὑπὸ τῶν λῃστῶν κακωθέντες, κατεβόησαν, οἵ τε τελῶναι μὴ δυνηθέντες τὰ τέλη διʼ αὐτοὺς ἐσπρᾶξαι συχνὰ ἐπωφείλησαν, ὠργίζοντο καὶ γνώμας τε ἐποιοῦντο καὶ ἑτοίμως εἶχον καταψηφίσασθαι
59.3
αὐτοῦ. καὶ γὰρ ὁ Κικέρων τά τε ἄλλα ἰσχυρῶς ἐνῆγε, καὶ συνεβούλευέ σφισι τὰ Σιβύλλεια ἔπη αὖθις ἀναγνῶναι, προσδοκῶν ἐγγεγράφθαι τινὰ ἐν αὐτοῖς τιμωρίαν ἄν τι a)/n ti Bs., o(/ti L. παραβαθῇ. parabaqh=| Bk., pareba/nqh L.
60.1
ὁ οὖν Πομπήιος ὅ τε Κράσσος ὑπάτευόν τε ἔτι, καὶ ὁ μὲν ἑαυτῷ βοηθῶν, ὁ δὲ τήν τε ἐκείνου χάριν καὶ ἅμα καὶ χρήματα παρὰ τοῦ Γαβινίου πεμφθέντα οἱ λαβών, ἔκ τε τοῦ προφανοῦς ὑπὲρ αὐτοῦ διεδικαίουν, καὶ ἄλλα τε καὶ φυγάδα τὸν Κικέρωνα ἀποκαλοῦντες οὐδὲν ἐπεψήφισαν.
60.2
ὡς μέντοι ἐκεῖνοί τε ἐκ τῆς ἀρχῆς ἀπηλλάγησαν καὶ αὐτοὺς ὅ τε Δομίτιος ὁ Λούκιος καὶ Ἄππιος Κλαύδιος διεδέξαντο, γνῶμαι αὖθις πολλαὶ ἐλέχθησαν, καὶ κατὰ τοῦ Γαβινίου αἱ πλείους ἐγένοντο·