Kitap 39
7.2
τούτου οὐκ ἐν κόσμῳ πολλὰ ἐγίγνετο, καὶ ἐν αὐτῇ τῇ διαψηφίσει ὁ Κλώδιος γνοὺς τὸ πλῆθος πρὸς τοῦ Κικέρωνος ἐσόμενον, τοὺς μονομάχους οὓς ὁ ἀδελφὸς αὐτοῦ πρὸς ἀγῶνας ἐπιταφίους ἐπὶ τῷ Μάρκῳ τῷ συγγενεῖ προπαρεσκεύαστο λαβὼν ἐσεπήδησεν ἐς τὸν σύλλογον καὶ πολλοὺς μὲν
7.3
ἔτρωσε πολλοὺς δὲ καὶ ἔκτεινεν. οὔτʼ οὖν ἡ γνώμη ἐκυρώθη, καὶ ἐκείνοις ὡς δορυφόροις συνὼν φοβερὸς καὶ ἐς τἆλλα πᾶσιν ἦν, ἀγορανομίαν τε ᾔτει ὡς καὶ τὴν δίκην τῆς βίας, ἂν ἀποδειχθῇ,
7.4
διαφευξόμενος. diafeuco/menos Dind., diafeucou/menos L. ἐγράψατο γὰρ αὐτὸν ὁ Μίλων καὶ οὐκ ἐσήγαγε μέν (οὔτε γὰρ οἱ ταμίαι, διʼ ὧν τὴν ἀποκλήρωσιν τῶν δικαστῶν γενέσθαι ἐχρῆν, ᾕρηντο, καὶ ὁ Νέπως ἀπεῖπε τῷ στρατηγῷ μηδεμίαν πρὸ τῆς κληρώσεως αὐτῶν δίκην προσέσθαι· ἔδει δὲ ἄρα τοὺς ἀγορανόμους πρὸ τῶν ταμιῶν καταστῆναι, καὶ διὰ τοῦτο ὅτι μάλιστα
8.1
ἡ διατριβὴ ἐγένετὀ, μαχόμενος δὲ καὶ περὶ αὐτοῦ τούτου πολλὰ ἐτάραττε, καὶ τέλος μονομάχους τινὰς καὶ αὐτὸς καὶ ἄλλους τῶν τὰ αὐτά οἱ βουλομένων ἀθροίσας ἐς χεῖρας τῷ Κλωδίῳ συνεχῶς ᾔει, καὶ σφαγαὶ κατὰ πᾶσαν ὡς εἰπεῖν τὴν πόλιν
8.2
ἐγίγνοντο. ὁ οὖν Νέπως φοβηθεὶς πρός τε τοῦ συνάρχοντος καὶ πρὸς τοῦ Πομπηίου τῶν τε ἄλλων τῶν πρώτων μετεβάλετο, meteba/leto Bk., meteba/lleto L. καὶ οὕτως ἥ τε γερουσία κατελθεῖν τὸν Κικέρωνα τοῦ Σπινθῆρος ἐσηγησαμένου προεβούλευσε, καὶ ὁ δῆμος ἀμφοτέρων τῶν ὑπάτων ἐσενεγκόντων ἐψηφίσατο.
8.3
ἀντέλεγε μὲν γὰρ πρὸς αὐτοὺς Κλώδιος, ἀλλʼ ἐκείνῳ τε ὁ Μίλων ἀντέκειτο ὥστε μηδὲν βίαιον δρᾶσαι, καὶ τῷ νόμῳ ἄλλοι τε καὶ ὁ Πομπήιος συνεῖπον ὥστε πολὺ κρείττους αὐτοὺς γενέσθαι.
9.1
κατῆλθέ τε οὖν ὁ Κικέρων καὶ χάριν τῇ τε βουλῇ καὶ τῷ δήμῳ, παρασχόντων αὐτῷ τῶν ὑπάτων καὶ kai\ Bs., kai\ kata\ L. τὸ συνέδριον καὶ τὴν ἐκκλησίαν, ἔγνω. τῷ τε Πομπηίῳ τὴν ἔχθραν τὴν ἐπὶ τῇ φυγῇ μεθεὶς συνηλλάγη, καὶ τήν γε ge R. Steph., te L. εὐεργεσίαν παραχρῆμα