Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 39

9.2 ἀπέδωκε· λιμοῦ γὰρ ἐν τῇ πόλει ἰσχυροῦ γενομένου, καὶ τοῦ ὁμίλου παντὸς ἔς τε τὸ θέατρον (% οἵῳ δὲ δὴ καὶ τότε ἔτι θεάτρῳ ἐς τὰς πανηγύρεις ἐχρῶντὀ καὶ μετὰ τοῦτο καὶ ἐς τὸ Καπιτώλιον ἐπὶ τοὺς βουλευτὰς συνεδρεύοντας ἐσπηδήσαντος, καὶ τοτὲ μὲν ἐν χερσὶν αὐτοὺς ἀποσφάξειν τοτὲ δὲ καὶ καταπρήσειν αὐτοῖς au)toi=s Bs., su\n au)toi=s L. τοῖς ναοῖς ἀπειλοῦντος,
9.3 ἔπεισέ σφας ἐπιμελητὴν τοῦ σίτου τὸν Πομπήιον προχειρίσασθαι, καὶ διὰ τοῦτο καὶ ἀρχὴν αὐτῷ ἀνθυπάτου καὶ ἐν τῇ Ἰταλίᾳ καὶ ἔξω ἐπὶ πέντε ἔτη δοῦναι. καὶ ὁ μέν, ὥσπερ ἐπὶ τοῖς καταποντισταῖς πρότερον οὕτω καὶ τότε ἐπὶ τῷ σίτῳ si/ty supplied by Rk. πάσης αὖθις τῆς οἰκουμένης τῆς ὑπὸ τοῖς Ῥωμαίοις τότε οὔσης ἄρξειν ἔμελλε·
10.1 Καῖσαρ δὲ καὶ Κράσσος ἄλλως μὲν ἤχθοντο τῷ Κικέρωνι, σπουδὴν δʼ οὖν τινα αὐτοῦ ἔσχον, ἐπειδὴ πάντως καθήξοντα αὐτὸν ᾔσθοντο (καὶ γὰρ ὁ Καῖσαρ καὶ ἀπὼν εὔνοιάν τινα αὐτῷ ἐνεδείξατὀ, οὐ μέντοι καὶ χάριν οὐδεμίαν ἀντέλαβον.
10.2 ἐκεῖνος γὰρ τοῦτό τε οὐκ ἀπὸ γνώμης σφᾶς πεποιηκότας εἰδώς, καὶ τῆς φυγῆς αἰτιωτάτους γεγονέναι νομίζων, ἐκ μὲν τοῦ προφανοῦς οὐ πάνυ πρὸς αὐτοὺς ἐθρασύνετο, ἅτε καὶ τῶν τῆς ἀκράτου παρρησίας ἐπικαρπιῶν νεωστὶ πεπειραμένος, βιβλίον μέντοι τι ἀπόρρητον συνέθηκε, καὶ kai\ Leuncl., kai\ e)pei\ L. ἐπέγραψεν αὐτῷ ὡς καὶ περὶ τῶν ἑαυτοῦ
10.3 βουλευμάτων ἀπολογισμόν τινα ἔχοντι, πολλὰ δὲ δὴ καὶ δεινὰ ἐς αὐτὸ καὶ περὶ ἐκείνων καὶ περὶ ἄλλων τινῶν συνένησε, sune/nhse Leuncl., sunh/inese L. καὶ διὰ τοῦτο φοβηθεὶς μὴ καὶ ζῶντος αὐτοῦ ἐκφοιτήσῃ, κατεσημήνατό τε αὐτὸ καὶ παρέδωκε τῷ παιδί, προστάξας οἱ μήτʼ ἀναγνῶναι μήτε δημοσιεῦσαι τὰ γεγραμμένα πρὶν ἂν μεταλλάξῃ.
11.1 Κικέρων μὲν οὖν αὖθις ἀνεβλάστανε, καὶ τήν τε ἄλλην οὐσίαν καὶ τὸ ἔδαφος τῆς οἰκίας, καίτοι τῇ Ἐλευθερίᾳ ἀνειμένον, καὶ τοῦ Κλωδίου καὶ ἐπιθειάζοντος καὶ ἐς ἐνθυμίαν αὐτῷ e)s e)nqumi/an au)tw=| Wesseling, e)s e)nqu/mion au)tou= L. προβάλλοντος,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi