Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 40

26.3 οὐδὲν τῶν δεόντων προϊδέσθαι ἠδυνήθη. ἑτοίμου e(toi/mou R. Steph., e(toi/mous L. οὖν αὐτοῦ πρὸς τὰς σπονδὰς γενομένου ὁ Σουρήνας οὐκ ἠθέλησε διʼ ἑτέρων σπείσασθαι, ἀλλʼ ὅπως αὐτὸν μετʼ ὀλίγων ἀπολαβὼν συλλάβῃ, αὐτῷ
26.4 ἐκείνῳ ἔφη βούλεσθαι ἐς λόγους ἐλθεῖν. κἀκ τούτου δόξαν σφίσιν ἐν τῷ μεταιχμίῳ metaixmi/w| Turn., metai/xmwi L. μετʼ ἴσων ἀνδρῶν ἑκατέρωθεν συμβαλεῖν ἀλλήλοις, ὅ τε Κράσσος ἐς τὸ ὁμαλὸν ὑποκατέβη, καὶ ὁ Σουρήνας ἵππον αὐτῷ δῶρον, ἵνα δὴ θᾶσσον πρὸς αὐτὸν
27.1 ἀφίκηται, ἔπεμψε. καὶ οὕτω διαμέλλοντα τὸν Κράσσον, καὶ βουλευόμενον ὅ τι ποιήσῃ, συναρπάσαντες οἱ βάρβαροι βίᾳ ἐπὶ τὸν ἵππον ἀνέβαλον. a)ne/balon Xyl., a)ne/labon L. κἀν τούτῳ ἀντιλαμβανομένων αὐτοῦ τῶν Ῥωμαίων ἔς τε χεῖράς σφισιν ἦλθον, καὶ τέως μὲν ἰσοπαλεῖς ἐγίγνοντο, ἔπειτα δὲ προσβοηθησάντων
27.2 τινῶν αὐτοῖς ἐπεκράτησαν· οἱ γὰρ βάρβαροι ἔν τε τῷ πεδίῳ ὄντες καὶ προπαρεσκευασμένοι ἔφθησαν τοὺς ἄνω Ῥωμαίους ἀμύναντες σφίσι. καὶ οἵ τε ἄλλοι ἔπεσον καὶ ὁ Κράσσος, εἴτʼ οὖν ὑπὸ τῶν σφετέρων τινὸς ὅπως μὴ ζωγρηθῇ, εἴτε καὶ ὑπὸ τῶν πολεμίων ἐπειδὴ κακῶς ἐτέτρωτο, ἐσφάγη.
27.3 καὶ ἐκείνῳ μὲν τοῦτο τὸ τέλος ἐγένετο, καὶ αὐτοῦ χρυσὸν ἐς τὸ στόμα οἱ Πάρθοι, ὥς γέ τινες λέγουσιν, ἐνέτηξαν ἐπισκώπτοντες· οὕτω γὰρ δὴ περὶ τὰ χρήματα, καίτοι πολυχρήματος ὤν, ἐσπουδάκει ὥστε καὶ w(/ste kai\ supplied by Leuncl. (w(/ste) and Xyl. (w(s kai\). ὡς πένητας οἰκτείρειν τοὺς μὴ δυναμένους στρατόπεδον ἐκ καταλόγου οἴκοθεν θρέψαι· qre/yai v. Hers., qre/yein L.
27.4 τῶν δὲ δὴ στρατιωτῶν τὸ μὲν πλεῖον διὰ τῶν ὀρῶν ἐς τὴν φιλίαν ἀπέφυγε, τὸ δέ τι καὶ ἐς τοὺς πολεμίους ἑάλω.
28.1 οἱ δὲ δὴ Πάρθοι τότε μὲν οὐ περαιτέρω τοῦ Εὐφράτου προεχώρησαν, ἀλλὰ τὴν ἐντὸς αὐτοῦ πᾶσαν ἀνεκτήσαντο· μετὰ δὲ τοῦτο καὶ ἐς τὴν Συρίαν, οὐ μέντοι καὶ ἐν πλήθει τινί, ὡς μήτε στρατηγὸν μήτε στρατιώτας ἔχουσαν, ἐνέβαλον· ἀφʼ οὗπερ Κάσσιος *ka/ssios R. Steph., from Xiph., kra/ssos L., and so just belos. ῥᾳδίως αὐτούς, ἅτε μὴ πολλοὺς

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi