Kitap 40
31.6
καὶ οὕτως ὁ Λαβιῆνος ὑπέστη τέ σφας ἐσκεδασμένους, καὶ τοὺς πρώτους ἐκπλήξας ῥᾳδίως καὶ τοὺς λοιποὺς διʼ αὐτῶν ἐκείνων ἐτρέψατο. κἀκ τούτου φευγόντων τέ σφων τεταραγμένως καὶ ἀλλήλοις ἐμπιπτόντων καὶ πρὸς τὸν ποταμὸν ὠθουμένων πολλοὺς ἀπέκτεινε.
32.1
διαφυγόντων τε καὶ ὣς συχνῶν, ὁ Καῖσαρ τῶν μὲν ἄλλων οὐδένα λόγον ἐποιεῖτο, τὸν δὲ Ἀμβιόριγα διαδιδράσκοντα ἄλλοτε ἄλλῃ καὶ πολλὰ κακουργοῦντα καὶ ζητῶν καὶ διώκων πράγματα ἔσχε. καὶ ἐκεῖνον μὲν οὐδένα τρόπον λαβεῖν ἠδυνήθη, ἐπὶ δὲ δὴ τοὺς Κελτοὺς ὡς καὶ τοῖς Τρηουήροις βοηθῆσαι ἐθελήσαντας ἐστράτευσε.
32.2
καὶ ἔπραξε μὲν οὐδὲ τότε οὐδέν, ἀλλὰ καὶ διὰ ταχέων φόβῳ τῶν Σουήβων ἐπανεχώρησεν, ἔδοξε δʼ e)/doce d' Rk., e)/docen L. οὖν αὖθις τὸν Ῥῆνον διαβεβηκέναι, καὶ τῆς τε γεφύρας μόνα τὰ προσεχῆ τοῖς βαρβάροις ἔλυσε, καὶ φρούριον ἐπʼ αὐτῆς ὡς καὶ ἀεὶ διαβησείων diabhsei/wn Dind., diabasei/wn L.
32.3
ᾠκοδόμησε. καὶ μετὰ τοῦτο ὀργῇ τὴν τοῦ Ἀμβιόριγος διάφευξιν φέρων, τὴν πατρίδα αὐτοῦ καίτοι μηδὲν νεωτερίσασαν διαρπάσαι diarpa/sai Bs., diarpa/sein L. τοῖς βουλομένοις ἐπέτρεψε, προεπαγγείλας σφίσιν αὐτὸ τοῦθʼ, ὅπως ὅτι πλεῖστοι συνέλθωσιν· ὅθενπερ πολλοὶ μὲν Γαλάται πολλοὶ δὲ καὶ Σύγαμβροι
32.4
πρὸς τὰς ἁρπαγὰς ἦλθον. οὐ μέντοι καὶ ἀπέχρησε a)pe/xrhse R. Steph., a)pexw/rhse L. τοῖς Συγάμβροις τὰ ἐκείνων λῄσασθαι, ἀλλὰ καὶ αὐτοῖς τοῖς Ῥωμαίοις ἐπέθεντο· τηρήσαντες γάρ σφας πρὸς σίτου κομιδὴν ἀπιόντας ἐπεχείρησαν τῷ στρατοπέδῳ αὐτῶν, κἀν τούτῳ προσβοηθησάντων σφῶν, ἐπείπερ ᾔσθοντο, συχνοὺς ἐφόνευσαν.
32.5
καὶ οἱ μὲν φοβηθέντες διὰ τοῦτο τὸν Καίσαρα οἴκαδε σπουδῇ ἀνεχώρησαν· ἐκεῖνος e)kei=nos Reim., e)kei/nois L. δὲ τούτων μὲν οὐδενός, ou)deno/s Reim., ou)de\n L. διά τε τὸν χειμῶνα καὶ διὰ τὸ τὰ ἐν τῇ Ῥώμῃ στασιάζεσθαι, οὐδεμίαν τιμωρίαν ἐποιήσατο, τοὺς δὲ δὴ στρατιώτας πρὸς τὰ χειμάδια διαπέμψας αὐτός τε ἐς τὴν Ἰταλίαν, πρόφασιν μὲν τῆς ἐκεῖ Γαλατίας ἕνεκα, τὸ δʼ ἀληθὲς ὅπως ἐγγύθεν τοῖς ἐν τῇ πόλει δρωμένοις ἐφεδρεύῃ, ἀπῆλθεν.