Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 40

33.1 κἀν τούτῳ οἱ Γαλάται αὖθις ἐνεόχμωσαν. Ἀρουερνοὶ γὰρ ἡγουμένου σφῶν Οὐερκιγγετόριγος ἀπέστησαν, καὶ τούς τε te Rk., ge L. Ῥωμαίους, ὅσους ἔν τε ταῖς πόλεσιν ἔν τε τῇ χώρᾳ σφῶν εὗρον, πάντας ἀπέκτειναν, καὶ ἐπὶ τὴν συμμαχίδα αὐτῶν χωρήσαντες τοὺς μὲν συναποστῆναί σφισιν ἐθελήσαντας περιεῖπον, τοὺς δὲ λοιποὺς ἐκακούργουν.
33.2 μαθὼν οὖν ταῦθʼ ὁ Καῖσαρ ἀνεκομίσθη, a)nekomi/sqh Reim., e)komi/sqh L. καὶ καταλαβὼν αὐτοὺς ἐς Βιτούριγας *bitou/rigas Bk., i)ourtou/rigas L. ἐσβεβληκότας ἐκείνοις μέν (οὐ γάρ πω πάντες οἱ στρατιῶται αὐτοῦ παρῆσανʼ οὐκ ἐπήμυνεν, ἐς δὲ δὴ τὴν Ἀρουερνίδα ἀντεμβαλὼν ἐπανήγαγεν οἴκαδε τοὺς πολεμίους καὶ (οὐ γὰρ ἐδόκει πω ἀξιόμαχος αὐτοῖς εἶναι)
34.1 προαπεχώρησεν. αὖθις οὖν ἐκεῖνοι πρός τε τοὺς Βιτούριγας *bitou/rigas Bk., i)ourtou/rigas L. ἐπανῆλθον, e)panh=lqon R. Steph., e)panh=lqen L. καὶ πόλιν αὐτῶν Ἀουαρικὸν *)aouariko\n Leuncl., eu)a/kon L. ἑλόντες ἐπὶ πλεῖστον ἐν αὐτῇ ἀντέσχον. ὕστερον δὲ ὑπὸ τῶν Ῥωμαίων πολιορκούμενοι — τό τε γὰρ τεῖχος δυσπρόσιτον ἦν, τῇ μὲν ἑλῶν δυσδιαβάτων τῇ δὲ ποταμοῦ ῥοώδους αὐτὸ περιέχοντος, καὶ αὐτοὶ παμπληθεῖς ὄντες τάς τε προσβολάς σφων ῥᾳδίως ἀπεκρούοντο, καὶ ἐπεξιόντες
34.2 πολλὰ αὐτοὺς ἐλύπουν. καὶ τέλος τά τε πέριξ πάντα, οὐχ ὅπως ἀγροὺς ἢ κώμας, ἀλλὰ καὶ πόλεις ἀφʼ ὧν ὠφελίαν τινὰ ἔσεσθαί σφισι προσεδόκων, κατέφλεξαν, εἴ τέ τι παρὰ τῶν πόρρωθεν συμμάχων ἐκομίζετο αὐτοῖς, ἥρπαζον, ὥστε πολιορκεῖν τὴν πόλιν τοὺς Ῥωμαίους δοκοῦντας
34.3 τὰ τῶν πολιορκουμένων πάσχειν, πρὶν δὴ ὑετός τε λάβρος καὶ πνεῦμα μέγα προσβάλλουσί πῃ αὐτοῖς ἐπιγενόμενον (ὁ o( Bk., o(/ te L. γὰρ χειμὼν ἐνειστήκει) πρώτους μὲν ἐκείνους ἀπήλασε καὶ ἐς τὰς σκηνὰς ἐπανήγαγεν, ἔπειτα δὲ καὶ τοὺς βαρβάρους ἐς τὰς οἰκίας κατέκλεισεν. ἀπελθόντων γὰρ αὐτῶν ἀπὸ τῶν ἐπάλξεων οἱ Ῥωμαῖοι προσέβαλον ἐξαίφνης

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi