Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 40

38.2 ποιήσωνται, καὶ ἐνεόχμωσαν. μαθόντες δὲ τοῦθʼ οἱ συστρατεύοντες sustrateu/ontes Melber, strateu/ontes L. αὐτῶν τῷ Καίσαρι ᾐτήσαντο ἐπιτραπῆναί σφισιν οἴκαδε ἀπελθεῖν, ὑποσχόμενοι πάντα καταστήσειν. καὶ οὕτως ἀφεθέντες πρός τε Νοουιοδουνόν, *noouiodouno\n Leuncl., noouiodoounon L. ἔνθα τά τε χρήματα καὶ τὸν σῖτον ὁμήρους o(mh/rous R. Steph., o(mo/rous L. τε πολλοὺς οἱ Ῥωμαῖοι κατετέθειντο, katete/qeinto Bk., kate/qeinto L. ἦλθον, καὶ τούς τε φρουροὺς αὐτῶν, συναιρομένων sunairome/nwn R. Steph., sunairame/nwn L. σφίσι τῶν ἐπιχωρίων, μὴ προσδεχομένους ἔφθειραν, καὶ ἐν κράτει πάντων αὐτῶν
38.3 ἐγένοντο. καὶ ἐκείνην τε τὴν πόλιν ἐπίκαιρον οὖσαν κατέπρησαν, ὅπως μὴ οἱ Ῥωμαῖοι ὁρμητήριον αὐτὴν τοῦ πολέμου ποιήσωνται, καὶ τὰ λοιπὰ τῶν Αἰδούων προσαπέστησαν. ὁ οὖν Καῖσαρ ἐπεχείρησε μὲν παραχρῆμα ἐπʼ αὐτοὺς στρατεῦσαι, μὴ δυνηθεὶς δὲ διὰ τὸν ποταμὸν τὸν Λίγρον *li/gron Leuncl., ai)/gron L. ἐπὶ
38.4 Λίγγονας ἐτράπετο. καὶ ὁ μὲν οὐδʼ ἐκεῖ κατώρθωσεν, ὁ δὲ δὴ Λαβιῆνος τὴν νῆσον τὴν ἐν τῷ Σηκουανῷ ποταμῷ οὖσαν, τούς τε προκινδυνεύσαντας ἐν e)n added by Bk. τῇ ἠπείρῳ κρατήσας καὶ τὴν διάβασιν πολλαχῇ ἅμα κατά τε τὸν ῥοῦν καὶ ἀνάπαλιν, ὅπως μὴ καθʼ ἓν περαιούμενος κωλυθῇ, ποιησάμενος, κατέσχε.
39.1 πρὶν δὲ τοῦτο γενέσθαι, καταφρονήσας ὁ Οὐερκιγγετόριξ τοῦ Καίσαρος ἐξ ὧν ἐπταίκει ἐπʼ Ἀλλόβριγας ἐστράτευσε. κἀν τούτῳ ὁρμήσαντα αὐτὸν ὡς καὶ βοηθήσοντά σφισιν, ἀπέλαβεν ἐν Σηκουανοῖς
39.2 γενόμενον καὶ ἐνεκυκλώσατο, οὐ μέντοι κακόν τι εἰργάσατο, ἀλλὰ καὶ πᾶν τοὐναντίον τούς τε Ῥωμαίους ἠνάγκασεν ἀγαθοὺς εἶναι ἀπογνώσει τῆς σωτηρίας, καὶ αὐτὸς ὑπό τε τοῦ πλήθους καὶ ὑπὸ τοῦ θράσους ἔπταισε, καί τι καὶ ὑπὸ τῶν Κελτῶν
39.3 τῶν τοῖς Ῥωμαίοις συμμαχούντων ἐσφάλη· ταῖς τε γὰρ ὁρμαῖς ἄπληστοι ὄντες καὶ τοῖς a)/plhstoi o)/ntes kai\ toi=s Rk., a)plh/stois L. σώμασι τὴν τόλμαν προσεπισχυρίσαντες διέρρηξαν τὴν περίσχεσιν. εὑρὼν δὲ δὴ τὸ εὕρημα τοῦτο ὁ Καῖσαρ οὐκ ἀνῆκεν, ἀλλʼ ἐς Ἀλεσίαν τοὺς διαφυγόντας αὐτῶν κατακλείσας ἐπολιόρκει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi