Kitap 40
50.1
μάχαι τε οὖν ἐκ τούτου πολλαὶ καὶ σφαγαὶ αὖθις ἐγίγνοντο, ὥστε τὴν βουλὴν τά τε προειρημένα ἐπικυρῶσαι, καὶ τὸν Πομπήιον μεταπέμψασθαι, καταλόγους τε αὐτῷ καινοὺς ποιήσασθαι
50.2
ἐπιτρέψαι, καὶ τὰ ἐσθήματα ἀλλάξασθαι. ἐλθόντος τε αὐτοῦ au)tou= Reim., au)tw=i L. οὐ πολλῷ ὕστερον ἔξω τε τοῦ πωμηρίου πρὸς τῷ θεάτρῳ αὐτοῦ σὺν φρουρᾷ ἠθροίσθησαν h)qroi/sqhsan Rk., h)/qroisan L. καὶ τὰ τοῦ Κλωδίου ὀστᾶ ἀνελέσθαι ἔγνωσαν, τό τε βουλευτήριον τῷ Φαύστῳ τῷ τοῦ Σύλλου υἱεῖ ἀνοικοδομῆσαι προσέταξαν.
50.3
ἦν μὲν γὰρ τὸ Ὁστίλιον, μετεσκεύαστο δὲ ὑπὸ τοῦ Σύλλου· διὸ dio\ Bk., dia\ L. τοῦτό τε περὶ αὐτοῦ au)tou= Xyl., au)tou\s L. ἔδοξε, καὶ ὅπως ἐξοικοδομηθὲν τὸ ἐκείνου ὄνομα ἀπολάβῃ. a)pola/bh| Reim., a)poba/lh L. μετεώρου δὲ τῆς πόλεως οὔσης ἐπὶ τοῖς ἄρξουσί σφων, καὶ διαθροούντων τῶν μὲν ὡς δικτάτορα τὸν Πομπήιον, τῶν δὲ ὡς ὕπατον τὸν Καίσαρα
50.4
αἱρεθῆναι δεῖ dei= supplied by Rk. (οὕτω γάρ που ἐκ προαιρέσεως ἐπὶ τοῖς κατειργασμένοις αὐτὸν ἐτίμων ὥστε καὶ ἑξήκονθʼ ἡμέρας θῦσαι ἐπʼ αὐτοῖς ψηφίσασθαἰ, φοβηθέντες ἑκάτερον οἵ τε ἄλλοι βουλευταὶ καὶ Βίβουλος, ὅσπερ που τὴν γνώμην πρῶτος ἐρωτηθεὶς ποιήσεσθαι ἔμελλε, προκατέλαβον τὴν τοῦ πλήθους ὁρμήν, τῷ Πομπηίῳ τὴν ὑπατείαν, ὥστε μὴ δικτάτορα αὐτὸν λεχθῆναι, καὶ μόνῳ γε, ἵνα μὴ ὁ
50.5
Καῖσαρ αὐτῷ συνάρξῃ, δόντες. ξένον μὲν δὴ τοῦτο καὶ ἐπὶ μηδενὸς ἄλλου γενόμενον ἔπραξαν, καίτοι kai/toi Capps, kai\ L. ὀρθῶς αὐτὸ πεποιηκέναι ἔδοξαν· ἐπειδὴ γὰρ ἧττον τοῦ Καίσαρος τῷ ὁμίλῳ προσέκειτο, ἀπορρήξειν τε αὐτὸν ἀπʼ ἐκείνου παντάπασι καὶ σφετεριεῖσθαι ἤλπισαν. καὶ ἔσχεν οὕτως· τῷ τε γὰρ καινῷ καὶ τῷ παραδόξῳ τῆς τιμῆς ἐπαρθεὶς οὐκέτʼ οὐδὲν ἐς τὴν τῶν πολλῶν χάριν ἐβούλευσεν, ἀλλʼ ἀκριβῶς πάντα τὰ τῇ βουλῇ ἀρέσκοντα ἔπραξεν.
51.1
οὐ μέντοι καὶ μόνος ἄρξαι ἠθέλησεν· τὴν γὰρ εὔκλειαν ἐν τῷ δεδόχθαι τοῦτʼ ἔχων, τὸν φθόνον τὸν ἐπʼ αὐτῇ ἐξέκλινε. καὶ φοβηθεὶς μήποτε κενῆς τῆς χώρας οὔσης ὁ Καῖσαρ ἔκ τε τῆς th=s added by Bk. τῶν δυνάμεων καὶ ἐκ τῆς τοῦ πλήθους σπουδῆς συνάρχων