Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 40

63.2 ἄλλοι τε γὰρ ἐκείνῳ πολλοὶ καὶ Λούκιος Παῦλος ὁ τοῦ Μαρκέλλου συνάρχων, ὁ τε Πίσων ὁ Λούκιος ὁ o( added by Bk. πενθερὸς αὐτοῦ τιμητὴς ὢν συνηγωνίζοντο· καὶ γὰρ kai\ ga\r Reim., kai/toi L. τιμηταὶ τὸν χρόνον τοῦτον ὅ τε Κλαύδιος ὁ o( added by R. Steph. Ἄππιος καὶ ὁ Πίσων, καίτοι μὴ βουληθείς, ἐγένοντο.
63.3 καὶ οὗτος μὲν διὰ τὴν συγγένειαν ὑπῆρχε τῷ Καίσαρι, ὁ δὲ δὴ Κλαύδιος ἠναντιοῦτο h)nantiou=to R. Steph., h)nantiou=nto L. μὲν αὐτῷ (τὰ γὰρ τοῦ Πομπηίου ᾑρεῖτὀ, οὐκ ἐλάχιστα δὲ καὶ ἄκων ὠφέλησε· πλείστους γὰρ καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν διέγραψεν, ἐκβιασάμενος τὸν συνάρχοντα, κἀκ τούτου πάντας αὐτοὺς
63.4 τὰ τοῦ Καίσαρος φρονεῖν ἐποίησεν. ὁ γὰρ Πίσων οὔτʼ ἄλλως πράγματʼ pra/gmat' Rk., pra=gma L. ἔχειν ἐθέλων καὶ πρὸς τὴν τοῦ γαμβροῦ φιλίαν πολλοὺς θεραπεύων αὐτὸς μὲν οὐδὲν τοιοῦτον ἐποίησεν, ἐκείνῳ δὲ οὐκ ἀντέπραξε πάντας μὲν τοὺς ἐκ τῶν ἀπελευθέρων συχνοὺς δὲ καὶ τῶν πάνυ γενναίων, ἄλλους τε καὶ τὸν Κρίσπον τὸν Σαλούστιον τὸν τὴν ἱστορίαν
63.5 γράψαντα, ἀπελάσαντι ἐκ τοῦ συνεδρίου. τὸν μέντοι Κουρίωνα μελλήσαντα καὶ αὐτὸν ἀπαλειφθήσεσθαι ἐξῃτήσατο μετὰ τοῦ Παύλου, οὗπερ
64.1 συγγενὴς ἦν· καὶ ὃς οὐκ ἀπήλλαξε ou)k a)ph/llace Bs., ou)=n a)ph/llace Rk., ou) dih/llace L. μὲν αὐτὸν διὰ τοῦτο, τὴν μέντοι γνώμην ἣν περὶ αὐτοῦ εἶχεν ἐδημοσίευσεν ἐν τῷ βουλευτηρίῳ, ὥστε ἐκεῖνον ἀγανακτήσαντα τὴν ἐσθῆτα αὐτοῦ περιρρῆξαι. παραλαβὼν οὖν τοῦτον ὁ Μάρκελλος, καὶ νομίσας ἐπί τε τῷ Κουρίωνι καὶ διʼ αὐτὸν καὶ ἐπὶ τῷ Καίσαρι δεινόν τι τὴν γερουσίαν ψηφιεῖσθαι, γνώμας
64.2 περὶ αὐτοῦ προέθηκεν. ὁ οὖν Κουρίων τὸ μὲν πρῶτον ἠναντιοῦτο μηδεμίαν περὶ αὑτοῦ au(tou= Bk., au)tou= L. γνώμην δοθῆναι· γνοὺς δὲ τὸ πολὺ τῶν βουλευτῶν τῶν τότε παρόντων τοὺς μὲν καὶ φρονοῦντας ὄντως τὰ τοῦ Καίσαρος τοὺς δὲ πάνυ αὐτὸν δεδιότας,
64.3 ἐπέτρεψέ σφισι διαγνῶναι, τοσοῦτον ὑπειπὼν ὅτι σύνοιδα μὲν ἐμαυτῷ τά τε ἄριστα καὶ τὰ συμφορώτατα τῇ πατρίδι πράττοντι, ὑμῖν μέντοι καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν παραδίδωμι χρήσασθαι ὅ τι βούλεσθε. κατηγορήσας οὖν αὐτοῦ ὁ Μάρκελλος ὡς καὶ πάντως ἁλωσομένου, ἔπειτʼ ἐπειδὴ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi