Kitap 40
64.4
πρὸς τῶν πλειόνων ἀφείθη, δεινόν τε ἐποιήσατο καὶ ἐκπηδήσας ἐκ τοῦ συνεδρίου πρὸς τὸν Πομπήιον ἐν τῷ προαστείῳ ὄντα ἦλθε, καὶ τήν τε φυλακὴν αὐτῷ τῆς πόλεως καὶ δύο στρατόπεδα πολιτικά αὐτὸς καθʼ ἑαυτόν, μηδενὸς ἐψηφισμένου, ἔδωκεν. οἱ δὲ δὴ στρατιῶται οὗτοι ὧδέ τε καὶ ἐπὶ τῷδε tw=|de Leuncl., tw=i L.
65.1
συνειλεγμένοι καὶ παρόντες τότε ἦσαν. ὁ Πομπήιος πρότερον μέν, ἕως ἔτι τὸν Καίσαρα διὰ φιλίας εἶχε, στράτευμα ἓν τῶν ἐκ τοῦ καταλόγου αὐτῷ au)tw=| Xyl., au)tw=n L. στρατευομένῳ strateuome/nw| Rk., strateuome/nwn L. ἐδεδώκει e)dedw/kei Bk., de/dwken L. (οὔτε γὰρ οὗτος πόλεμόν τινα διεχείριζε, καὶ ἐκείνῳ χρεία στρατιωτῶν
65.2
ἐγένετὀ, ἐπεὶ δὲ διηνέχθησαν, ἐθελήσας τοῦτό τε ἀπολαβεῖν παρʼ αὐτοῦ καὶ ἔτι καὶ ἄλλο αὐτὸν προσαφελέσθαι ἐλογοποίησεν ὡς τοῦ Βιβούλου στρατιωτῶν πρὸς τοὺς Πάρθους δεομένου, καὶ ἵνα γε μὴ καινοὶ δή τινες κατάλογοι γένωνται (τό τε γὰρ πρᾶγμα κατεπείγειν καὶ περιουσίαν σφίσι στρατοπέδων εἶναι ἔλεγἐ, ψηφισθῆναι ἐποίησεν ὥστε ἑκάτερόν σφων, ἑαυτόν τε καὶ τὸν
65.3
Καίσαρα, ἓν δεῖν e(\n dei=n Bs., dei=n e(\n Melber, dei=n L. αὐτῷ πέμψαι. κἀκ τούτου τῶν μὲν συστρατευομένων οἱ οὐδένα ἀπέστειλε, τὸ δὲ δὴ στράτευμα ἐκεῖνο ὅπερ τῷ Καίσαρι ἐδεδώκει ἐκέλευσε τοῖς ἐπὶ τοῦτο ταχθεῖσιν αἰτῆσαι. καὶ οὕτω τῷ μὲν λόγῳ ἀμφότεροι, τὸ δʼ ἀληθὲς ὁ
65.4
Καῖσαρ μόνος τὰ δύο ἔπεμψεν· ᾔδει μὲν γὰρ τὸ γιγνόμενον, ἐπειθάρχησε δὲ μὴ βουληθεὶς αἰτίαν ὡς καὶ ἀνηκουστηκὼς λαβεῖν, ἄλλως τε καὶ μέλλων ἐπὶ τῇ προφάσει ταύτῃ πολλῷ πλείους στρατιώτας ἀντικαταλέξειν.
66.1
ταῦτα οὖν τὰ στρατόπεδα παρεσκευάσθη μὲν ὡς καὶ ἐπὶ τοὺς Πάρθους πεμφθησόμενα, ἐπεὶ δʼ οὐδὲν αὐτῶν ἐδέησε (οὐδὲ γὰρ χρεία σφῶν ἦνʼ, ὁ Μάρκελλος πρότερον μέν, φοβηθεὶς μὴ τῷ Καίσαρι ἀποδοθῇ, ἐν τῇ Ἰταλίᾳ δεῖν εἶναι ἔλεγεν, τότε δὲ τῷ Πομπηίῳ, ὥσπερ εἶπον, ἐνεχείρισε.