Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 41

40.2 Πομπηίου ναυτικῷ χρώμενοι. καὶ μετὰ τοῦτο Γάιον Ἀντώνιον ἐπαμῦναί οἱ ἐθελήσαντα ἔς τε e)/s te Rk., e)/s ge L. νησίδιόν τι κατέκλεισαν, κἀνταῦθα πρός τε τῶν ἐπιχωρίων ἐγκαταλειφθέντα καὶ λιμῷ πιεσθέντα πασσυδὶ πλὴν ὀλίγων εἷλον· ἔς τε γὰρ τὴν ἤπειρον ἔφθησάν τινες αὐτῶν διαφυγόντες, καὶ ἕτεροι ἐν σχεδίαις διαπλέοντες καὶ ἁλισκόμενοι σφᾶς αὐτοὺς ἀπεχρήσαντο.
41.1 Κουρίων δὲ Σικελίαν μὲν me\n added by Bk. ἀμαχεὶ παρεστήσατο (ὁ γὰρ Κάτων ἄρχων αὐτῆς, ὡς οὔτε ἀξιόμαχός οἱ ἦν οὔτε τὰς πόλεις ἐς κίνδυνον μάτην ἐμβαλεῖν ἠθέλησε, προεξεχώρησε proecexw/rhse Leuncl., proecexw/rhse me\n L. πρὸς τὸν Πομπήιονʼ, ἐς
41.2 δὲ δὴ τὴν Ἀφρικὴν περαιωθεὶς ἀπώλετο. ὁ μὲν γὰρ Καῖσαρ ὁ Λούκιος τὴν Ἀσπίδα τὴν πόλιν, ἐν ᾗ κατὰ τύχην ἄλλως ἦν, πρὸς τὸν ἐπίπλουν αὐτοῦ ἐξέλιπε, καὶ Πούπλιος Ἄττιος Οὐᾶρος ὁ τὰ o( ta\ Leuncl., o(/ti L. ἐκεῖ πράγματα τότε ἔχων καὶ στρατιώτας συχνοὺς καὶ πλοῖα συχνὰ ploi=a suxna\ Jacoby, po/leis kai\ L. ἡττηθεὶς ὑπʼ αὐτοῦ
41.3 ἀπέβαλεν· ὁ δὲ δὴ Ἰόβας Ἰεμψοῦ τε παῖς ὢν καὶ τῶν Νομάδων βασιλεύων, τά τε τοῦ Πομπηίου ὡς καὶ τὰ τοῦ δήμου τῆς τε βουλῆς προτιμῶν, καὶ τὸν Κουρίωνα διά τε τοῦτο, καὶ ὅτι τήν τε βασιλείαν αὐτοῦ δημαρχῶν ἀφελέσθαι καὶ τὴν th\n Rk., th/n te L. χώραν δημοσιῶσαι ἐπεχείρησε, μισῶν,
41.4 ἰσχυρῶς αὐτῷ προσεπολέμησεν. οἴκαδε μὲν γὰρ ἐς τὴν Νουμιδίαν οὐκ ἀνέμεινεν αὐτὸν ἐσβαλεῖν, πολιορκοῦντι δέ οἱ Οὐτικὴν παντὶ μὲν ἅμα τῷ στρατῷ οὐ προσέμιξε, φοβηθεὶς μὴ καὶ προπυθόμενος ἐξαναχθείη (οὐ γάρ που pou Bk., pw L. ἀπώσασθαι αὐτὸν μᾶλλόν τι ἢ τιμωρήσασθαι ἐπεθύμεἰ,
41.5 ὀλίγους δέ τινας προπέμψας, καὶ προφημίσας ὡς αὐτὸς ἄλλοσέ ποι καὶ πόρρω γε ἀπεληλυθὼς εἴη, ἐφέσπετό τέ σφισι καὶ οὐ διήμαρτεν ὧν
42.1 ἤλπισεν. ὁ γὰρ Κουρίων πρότερον μέν, ὡς καὶ αὐτοῦ ἐκείνου προσιόντος, ἔς τε τὸ στρατόπεδον τὸ πρὸς τῇ θαλάσσῃ ὂν μετέστη, καὶ γνώμην ἐποιεῖτο τῶν τε νεῶν, ἂν βιάζηται, ἐπιβῆναι καὶ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi