Kitap 41
42.2
τὴν Ἀφρικὴν παντελῶς ἐκλιπεῖν· ἐπεὶ δὲ ὀλίγους τέ τινας καὶ τούτους ἄνευ τοῦ Ἰόβου ἀφικνεῖσθαι ἐπύθετο, ἐθάρσησε, καὶ εὐθὺς τῆς νυκτὸς ὡς καὶ ἐφʼ ἕτοιμον νίκην, μὴ καὶ διαφύγωσιν αὐτόν, ἄρας ἐπορεύετο, καί τινας τῶν προδρόμων καθεύδοντας ἐν τῇ ὁδῷ φθείρας πολὺ προθυμότερος ἐγένετο.
42.3
κἀκ τούτου τοῖς λοιποῖς ὑπὸ τὴν ἕω προκεχωρηκόσιν ἐκ τοῦ στρατοπέδου ἐντυχὼν οὐδεμίαν ἀναβολὴν ἐποιήσατο, ἀλλὰ καίτοι τῶν στρατιωτῶν καὶ ὑπὸ τῆς πορείας καὶ ὑπὸ τῆς ἀγρυπνίας τεταλαιπωρημένων ἐς χεῖράς σφισι παραχρῆμα
42.4
ἦλθε. κἀν τούτῳ ἑστώτων τε αὐτῶν καὶ ἀντιρρόπως ἀγωνιζομένων, ὁ Ἰόβας αἰφνιδίως οἱ ἐπιφανεὶς τῷ τε ἀδοκήτῳ ἅμα αὐτὸν καὶ τῷ πλήθει κατειργάσατο, καὶ ἐκεῖνον μὲν καὶ τῶν ἄλλων τοὺς πλείστους αὐτοῦ ταύτῃ au)tou= tau/th| R. Steph., au)th=i tau/thi L. ἀπέκτεινεν, τοὺς δὲ de\ Pflugk, te L. λοιποὺς μέχρι τε τῆς ταφρείας ἐπεδίωξε καὶ
42.5
μετὰ τοῦτο ἐς τὰς ναῦς καθεῖρξε, κἀν ka)n Reim., kai\ L. τῷ ταράχῳ τούτῳ πολλῶν μὲν χρημάτων ἐκράτησε πολλοὺς δὲ ἄνδρας ἔφθειρε. συχνοὶ δὲ δὴ καὶ διαφυγόντες αὐτῶν ἀπώλοντο, οἱ μὲν ἐν τῇ ἐς τὰ πλοῖα ἐσβάσει ὑπὸ τοῦ ὠθισμοῦ σφαλέντες, οἱ δὲ καὶ ἐν αὐτοῖς τοῖς σκάφεσιν ὑπὸ τοῦ βάρους αὐτῶν
42.6
βαπτισθέντες. γιγνομένων δὲ τούτων, φοβηθέντες τινὲς μὴ τὰ αὐτὰ αὐτοῖς πάθωσι, προσεχώρησαν μὲν τῷ Οὐάρῳ ὡς καὶ σωθησόμενοι, εὕροντο δʼ οὐδὲν ἐπιεικές· ὁ γὰρ Ἰόβας προϊσχόμενος ὅτι αὐτός σφας ἐνενικήκει, καὶ ἐκείνους πλὴν ὀλίγων ἐφόνευσεν. Κουρίων μὲν δὴ πλεῖστά τε τῷ Καίσαρι συναράμενος καὶ πάμπολλα αὐτὸν au)to\n Bk., e)p' au)to\n L.
42.7
ἐπελπίσας οὕτως ἀπώλετο· Ἰόβας δὲ πρὸς μὲν τοῦ Πομπηίου τῶν τε ἄλλων τῶν ἐν τῇ Μακεδονίᾳ βουλευτῶν τιμάς τε εὕρετο καὶ βασιλεὺς προσηγορεύθη, πρὸς δὲ δὴ τοῦ Καίσαρος τῶν τε ἐν τῇ πόλει αἰτίαν εἶχε καὶ πολέμιος ἀπεδείχθη, ὅ τε Βόκχος καὶ ὁ Βογούας βασιλῆς, basilh=s Bs., basilei=s L. ὅτι ἐχθροὶ αὐτῷ au)tw=| Pflugk, au)tw=n L. ἦσαν, ὠνομάσθησαν. h)=san w)noma/sqhsan Xyl., a)nwma/sqhsan L.