Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 41

43.1 τῷ δὲ ἐχομένῳ ἔτει διττοί τε τοῖς Ῥωμαίοις ἄρχοντες παρὰ τὸ καθεστηκὸς ἐγένοντο καὶ μάχη μεγίστη δὴ συνηνέχθη. οἱ μὲν γὰρ ἐν τῷ ἄστει καὶ ὑπάτους τόν τε Καίσαρα καὶ Πούπλιον Σερουίλιον καὶ στρατηγοὺς τά τε ἄλλα τέλη te/lh supplied by Bs. τὰ ἐκ τῶν νόμων ᾕρηντο, οἱ δὲ ἐν τῇ Θεσσαλονίκῃ
43.2 τοιοῦτο μὲν οὐδὲν προπαρεσκευάσαντο, καίτοι τῆς τε ἄλλης βουλῆς ἐς διακοσίους, ὥς φασί τινες, καὶ τοὺς ὑπάτους ἔχοντες, καί τι καὶ χωρίον ἐς τὰ οἰωνίσματα, τοῦ δὴ καὶ ἐν νόμῳ δή τινι αὐτὰ δοκεῖν γίγνεσθαι, δημοσιώσαντες, ὥστε καὶ τὸν δῆμον διʼ αὐτῶν τήν τε πόλιν ἅπασαν ἐνταῦθα
43.3 εἶναι νομίζεσθαι (αἴτιον δὲ ὅτι τὸν νόμον οἱ ὕπατοι τὸν φρατριατικὸν fratriatiko\n Reim., fratriko\n L. οὐκ ἐσενηνόχεσανʼ, τοῖς δὲ δὴ αὐτοῖς ἐκείνοις οἷσπερ oi(=sper Reim., toi=sper L. καὶ πρόσθεν ἐχρήσαντο, τὰς ἐπωνυμίας σφῶν μόνας μεταβαλόντες καὶ τοὺς μὲν ἀνθυπάτους τοὺς δὲ ἀντιστρατήγους τοὺς δὲ ἀντιταμίας ὀνομάσαντες.
43.4 πάνυ γάρ που τῶν πατρίων αὐτοῖς ἔμελε τά τε ὅπλα ἀνταιρομένοις καὶ τὴν πατρίδα ἐκλελοιπόσιν, ὥστε μὴ πάντα τὰ ἀναγκαῖα πρὸς τὴν τῶν παρόντων ἀπαίτησιν καὶ παρὰ τὴν τῶν τεταγμένων
43.5 ἀκρίβειαν ποιεῖν. οὐ μὴν ἀλλὰ τῷ μὲν ὀνόματι οὗτοί σφισιν ἑκατέροις ἦρχον, ἔργῳ δὲ ὁ Πομπήιος καὶ ὁ Καῖσαρ, τῆς μὲν φήμης ἕνεκα τὰς ἐννόμους ἐπικλήσεις, ta\s e)nno/mous e)piklh/seis Rk., th=s e)nno/mou kai\ e)piklh/seis L. ὁ μὲν τὴν τοῦ ὑπάτου ὁ δὲ τὴν τοῦ ἀνθυπάτου, ἔχοντες, πράττοντες δὲ οὐκ ὅσα ἐκεῖναι ἐπέτρεπον ἀλλʼ ὅσα αὐτοὶ ἤθελον.
44.1 τοιούτων δὲ δὴ τούτων ὄντων καὶ δίχα τῆς ἀρχῆς μεμερισμένης, Πομπήιος μὲν δὴ ἔν τε τῇ Θεσσαλονίκῃ ἐχείμαζε καὶ φυλακὴν οὐκ ἀκριβῆ τῶν παραθαλασσίων ἐποιεῖτο (οὔτε γὰρ ἐς τὴν Ἰταλίαν ἤδη τὸν Καίσαρα ἐκ τῆς Ἰβηρίας ἀφῖχθαι ἐνόμιζε, εἴ τε καὶ παρείη, ἀλλʼ ἔν γε τῷ χειμῶνι οὐχ ὑπώπτευσεν αὐτὸν τολμήσειν τὸν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi