Kitap 41
10.1
ἔπεμπε· Καῖσαρ δὲ ἐπειδὴ ταῦτα ἔμαθε, πρὸς μὲν τὴν Ῥώμην οὐκ ἠπείχθη (ἆθλόν τε γὰρ αὐτὴν ᾔδει τοῖς κρατήσουσι προκειμένην, καὶ οὐκ ἐπʼ ἐκείνην ὡς καὶ πολεμίαν οἱ οὖσαν, ἀλλʼ ἐπὶ τοὺς ἀντιστασιώτας ὑπὲρ αὐτῆς δῆθεν
10.2
ἐπιστρατεύειν ἔλεγἐ, γράμματα δὲ ἐς πᾶσαν τὴν Ἰταλίαν πέμψας, διʼ ὧν τόν τε Πομπήιον ἐς δίκην τινὰ προεκαλεῖτο καὶ τοῖς ἄλλοις θαρσεῖν παρῄνει, κατὰ χώραν τε αὐτοῖς μένειν ἐκέλευε, e)ke/leue H. Steph., e)ke/leuse L. καὶ ὑπισχνεῖτο πολλὰ αὐτοῖς. καὶ ἐπὶ Κορφίνιον, ἐπειδή οἱ ὑπὸ Λουκίου Δομιτίου κατεχόμενον οὐ προσεχώρει, ὥρμησε, καί τινας ἀπαντήσαντας μάχῃ κρατήσας ἐς πολιορκίαν
10.3
τοὺς λοιποὺς κατέκλεισεν. ὁ οὖν Πομπήιος, ἐπειδὴ οὗτοί τε ἐπολιορκοῦντο καὶ τῶν ἄλλων πολλοὶ πρὸς τὸν Καίσαρα ἀπέκλινον, τῆς μὲν Ἰταλίας οὐδεμίαν ἔτʼ ἐλπίδα ἔσχεν, ἐς δὲ δὴ τὴν Μακεδονίαν τήν τε Ἑλλάδα καὶ τὴν Ἀσίαν περαιωθῆναι ἔγνω· τῇ τε γὰρ μνήμῃ ὧν ἐκεῖ ἐπεπράχει, καὶ τῇ τῶν δήμων τῇ τε τῶν βασιλέων
10.4
φιλίᾳ πολὺ ἐθάρσει. ἦν μὲν γὰρ καὶ ἡ Ἰβηρία αὐτῷ πᾶσα οἰκεία, οὐκ ἐδύνατο e)du/nato St., h)du/nato L. δὲ ἐς αὐτὴν ἀσφαλῶς, ἅτε καὶ τοῦ Καίσαρος τὰς Γαλατίας ἔχοντος, κομισθῆναι. πρὸς δʼ ἔτι καὶ ἐλογίζετο ὅτι, ἂν ἀποπλεύσῃ, οὔτε ἐπιδιώξει τις αὐτὸν διά τε τὴν τῶν πλοίων ἀπορίαν καὶ διὰ τὸν χειμῶνα (ἤδη γὰρ ἐκ μετοπώρου ἦνʼ, κἀν τούτῳ κατὰ σχολὴν πολλὰ μὲν ἐκ τοῦ ὑπηκόου πολλὰ δὲ καὶ ἐκ τοῦ συμμαχικοῦ καὶ χρήματα καὶ
11.1
στρατεύματα ἀθροίσει. αὐτός τε οὖν ἐπὶ τούτοις ἐς τὸ Βρεντέσιον ἀφωρμήθη, καὶ τὸν Δομίτιον ἐκλιπόντα τὸ Κορφίνιον ἀκολουθεῖν οἱ ἐκέλευσε. καὶ ὅς, εἰ καὶ τὰ μάλιστα ἰσχύν τέ τινα εἶχε καὶ ἐπʼ αὐτῇ ἐπήλπιζε (καὶ γὰρ τοὺς στρατιώτας τά τε ἄλλα ἐτεθεραπεύκει καὶ χώρας ὑποσχέσει
11.2
ὑπῆκτο· τῶν τε γὰρ Συλλείων ἐγεγόνει καὶ πολλὴν ἐκ τῆς δυναστείας ἐκείνης ἐκέκτητὀ, ὅμως ἐπειθάρχησε. καὶ ὁ μὲν παρεσκευάζετο ὅπως διʼ ἀσφαλείας τινὸς ἐκχωρήσῃ· μαθόντες δὲ τοῦθʼ οἱ συνόντες οἱ, καὶ κατοκνήσαντες τὴν th\n Reim., e)s th\n L. ἄφοδον ὡς καὶ φυγὴν οὖσαν, προσέθεντο τῷ