Kitap 42
14.1
ὁ δὲ δὴ Καλῆνος ἐπέμφθη τε ἐς τὴν Ἑλλάδα πρὸ τῆς μάχης ὑπὸ τοῦ Καίσαρος, καὶ εἷλεν ἄλλα τε καὶ τὸν Πειραιᾶ ἅτε καὶ ἀτείχιστον ὄντα. τὰς γὰρ Ἀθήνας, καίπερ πλεῖστα τὴν χώραν αὐτῶν κακώσας, οὐκ ἠδυνήθη πρὸ τῆς τοῦ
14.2
Πομπηίου ἥττης λαβεῖν· τότε γὰρ ἐθελονταὶ αὐτῷ προσεχώρησαν, καὶ αὐτοὺς ὁ Καῖσαρ μηδὲν μνησικακήσας ἀθῴους ἀφῆκε, τοσοῦτον μόνον εἰπών, ὅτι πολλὰ ἁμαρτάνοντες ὑπὸ τῶν νεκρῶν σώζοιντο. τὸ δὲ δὴ ἔπος τοῦτο ἐδήλου ὅτι σφῶν διά τε τοὺς προγόνους καὶ διὰ τὴν δόξαν τήν τε
14.3
ἀρετὴν αὐτῶν ἐφείσατο. Ἀθῆναι μὲν οὖν καὶ τὰ ἄλλα τὰ πλείω τῆς Ἑλλάδος εὐθὺς τότε ὡμολόγησαν αὐτῷ, Μεγαρεῖς δὲ καὶ ὣς ἀντέσχον· πολλῷ τε te Dind., ge L. ὕστερον χρόνῳ τὰ μὲν βίᾳ τὰ δὲ καὶ προδοσίᾳ ἥλωσαν. ὅθενπερ φόνος τε αὐτῶν
14.4
πολὺς ἐγένετο καὶ οἱ λοιποὶ ἐπράθησαν. ὁ μέντοι Καλῆνος τοῦτο μέν, ἵνα δὴ καὶ κατʼ ἀξίαν αὐτοὺς τετιμωρῆσθαι δόξῃ, ἐποίησε· φοβηθεὶς δὲ μὴ καὶ παντελῶς ἡ πόλις ἀπόληται, πρῶτα μὲν τοῖς ἐπιτηδείοις σφᾶς, ἔπειτα δὲ καὶ ἐλαχίστου ἀπέδοτο, ἵνʼ ἐλευθερωθῶσι.
14.5
καὶ ὁ μὲν ταῦτα πράξας ἐπί τε τὰς Πάτρας ἐπεστράτευσε, καὶ ἀμαχεὶ αὐτάς, τόν τε Κάτωνα καὶ τοὺς μετʼ αὐτοῦ προεκφοβήσας, proekfobh/sas Leuncl., prosekfobh/sas L. κατέσχεν·
15.1
ἐν ᾧ δὲ ταῦτα tau=ta Rk., tau=ta/ te L. ὡς ἕκαστα ἐπράττετο, καὶ ἡ Ἰβηρία καίπερ εἰρηνεύσασα ἐκινήθη. ἐπειδὴ γὰρ ὁ Λογγῖνος ὁ Κύιντος πολλὰ καὶ τότε αὐτοὺς ἐλυμαίνετο, τὸ μὲν πρῶτον ὀλίγοι τινὲς συνέστησαν
15.2
ὡς καὶ ἀποκτενοῦντες αὐτόν· ἐπεὶ δὲ δὴ τρωθεὶς διέφυγε κἀκ τούτου πολλῷ μείζω σφᾶς ἠδίκει, συχνοὶ μὲν Κορδουβήσιοι συχνοὶ δὲ καὶ στρατιῶται, ἅτε καὶ τοῦ Πομπηίου γεγονότες,
15.3
ἐπανέστησαν αὐτῷ, Μᾶρκον Μάρκελλον Αἰσερνῖνον τὸν ταμίαν προστησάμενοι. οὐ μὴν καὶ ὅλῃ τῇ γνώμῃ αὐτοὺς προσεδέξατο, ἀλλὰ τό τε ἀστάθμητον τῶν πραγμάτων ὁρῶν καὶ τὴν ἔκβασίν σφων ἐφʼ ἑκάτερα προσδεχόμενος ἐπημφοτέριζε καὶ διὰ μέσου πάντα καὶ ἔλεγε καὶ ἔπραττεν, ὥστε, ἄν τε ὁ Καῖσαρ ἄν τε καὶ ὁ Πομπήιος κρατήσῃ, ἀμφοτέροις σφίσι συνηγωνίσθαι δόξαι.