Kitap 42
33.2
ἐξαπιναίως σφίσιν ὀφθῆναι. οὕτω δὲ καὶ ἄκοντες ἡσύχασαν. καὶ οἱ μὲν πᾶν ὅ τι ποτὲ ἐνεδέχετο πείσεσθαι προσεδόκων, λόγος τε ἐπʼ αὐτοῖς κατὰ πᾶσαν ὁμοίως τὴν πόλιν ἦν, h)=n supplied by Xyl. τῶν μὲν τά, τῶν δὲ τὰ δικαιούντων· ὁ δὲ δὴ Καῖσαρ τῷ συνήθει οἱ τρόπῳ καὶ τότε ἐχρήσατο. τῇ τε γὰρ παρούσῃ αὐτῶν καταστάσει ἠρκέσθη, καὶ οὐδὲν τῶν προγενομένων ἐπολυπραγμόνησεν, ἀλλὰ πάντων τε ἐφείσατο καί τινας αὐτῶν καὶ ἐτίμησεν, ἄλλους
33.3
τε καὶ τὸν Δολοβέλλαν. εὐεργεσίαν γάρ τινα αὐτῷ ὀφείλων οὐκ ἠξίωσεν αὐτῆς ἐκλαθέσθαι· οὐ γὰρ ὅτι ἠδικήθη, διὰ τοῦτο καὶ ἐκείνης ὠλιγώρησεν, ἀλλʼ ἐξ ὧν εὖ ἐπεπόνθει, καὶ ἐπὶ τούτῳ οἱ συνέγνω, καὶ τά τε ἄλλα αὐτὸν ἐν τιμῇ ἤγαγεν, καὶ ὕπατον οὐ πολλῷ ὕστερον μηδὲ στρατηγήσαντα ἀπέδειξε.
34.1
ταῦτα μὲν ἐν τῇ Ῥώμῃ παρὰ τὴν τοῦ Καίσαρος ἀπουσίαν ἐγένετο· χρόνιος δὲ ἐπʼ αὐτήν, καὶ οὐκ εὐθὺς ἐπὶ τῷ τοῦ Πομπηίου θανάτῳ, ἦλθε διὰ τάδε. οἱ Αἰγύπτιοι ταῖς τῶν χρημάτων ἐσπράξεσι βαρυνόμενοι, καὶ δεινῶς φέροντες ὅτι
34.2
μηδὲ τῶν ιερῶν τις ἀπείχετο (θρησκεύουσί τε γὰρ πολλὰ περισσότατα ἀνθρώπων, καὶ πολέμους ὑπὲρ αὐτῶν καὶ πρὸς ἀλλήλους, ἅτε μὴ καθʼ ἓν ἀλλὰ καὶ ἐκ τοῦ ἐναντιωτάτου καὶ αὑτοῖς au(toi=s R. Steph., au)toi=s L. τιμῶντές τινα, ἀναιροῦνταἰ, τούτοις τε οὖν ἀγανακτήσαντες, καὶ προσέτι φοβηθέντες μὴ τῇ Κλεοπάτρᾳ ἅτε μέγα παρὰ τῷ Καίσαρι δυναμένῃ
34.3
παραδοθῶσιν, ἐταράχθησαν. ἐκείνη τε γὰρ τέως μὲν διʼ ἑτέρων παρʼ αὐτῷ διὰ τὸν ἀδελφὸν ἐδικάζετο, ἔπειτα δὲ ὡς τάχιστα τὴν φύσιν αὐτοῦ κατέμαθεν (ἦν γὰρ ἐρωτικώτατος, καὶ πλείσταις καὶ ἄλλαις, ὅσαις που περιτύχοι, συνεγίγνετὀ, πέμπει πρὸς αὐτὸν au)to\n Leuncl., au)to\n kai\ L. προδίδοσθαί τε ὑπὸ τῶν φίλων λέγουσα καὶ ἀξιοῦσα αὐτὴ διʼ ἑαυτῆς
34.4
ἀγωνίσασθαι. ἄλλως τε γὰρ περικαλλεστάτη γυναικῶν ἐγένετο, καὶ τότε τῇ τῆς ὥρας ἀκμῇ πολὺ διέπρεπε, τό τε φθέγμα ἀστειότατον εἶχε,
34.5
καὶ προσομιλῆσαι παντί τῳ διὰ χαρίτων ἠπίστατο, ὥστε λαμπρά τε ἰδεῖν καὶ ἀκουσθῆναι οὖσα, κἀκ τούτου πάντα τινὰ καὶ δυσέρωτα καὶ ἀφηλικέστερον ἐξεργάσασθαι δυναμένη, πρὸς τρόπου τε ἐνόμισε τῷ Καίσαρι ἐντεύξεσθαι, καὶ