Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 42

34.6 πάντα ἐν τῷ κάλλει τὰ δικαιώματα ἔθετο. ᾐτήσατό τε οὖν ἐς ὄψιν αὐτοῦ ἐλθεῖν, καὶ τυχοῦσα κατεκόσμησέ τε ἑαυτὴν καὶ ἐξήσκησεν ὥστε σεμνοπρεπεστάτη καὶ οἰκτροτάτη αὐτῷ ὀφθῆναι. καὶ ἡ μὲν ταῦτα μηχανησαμένη ἔς τε τὴν πόλιν ἅμα (ἔξω γὰρ καὶ ἐκείνης ἦνʼ καὶ ἐς τὰ βασίλεια
35.1 λάθρᾳ τοῦ Πτολεμαίου νυκτὸς ἐσῆλθεν· ὁ δὲ δὴ Καῖσαρ ἰδών τε αὐτὴν καί τι φθεγξαμένης ἀκούσας οὕτως εὐθὺς ἐδουλώθη ὥστε αὐτίκα ὑπό τε τὴν ἕω τόν τε Πτολεμαῖον μεταπέμψασθαι καὶ συναλλάξαι σφᾶς ἐπιχειρῆσαι· ἧς γὰρ δικαστὴς πρότερον ἠξιοῦτο εἶναι, τότε ταύτῃ συνεδίκει.
35.2 ὁ οὖν παῖς, διά τε τοῦτο καὶ ὅτι τὴν ἀδελφὴν αἰφνιδίως εἶδεν ἔνδον οὖσαν, ὀργῆς τε ἐπληρώθη, καὶ ἐκπηδήσας ἐς τὸ πλῆθος ἐβόα λέγων προδίδοσθαι, καὶ τέλος τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς περισπάσας ἔρριψε. θορύβου δὲ ἐπὶ τούτῳ μεγάλου συμβάντος ἐκεῖνον μὲν οἱ Καισάρειοι στρατιῶται συνήρπασαν, τὸ δὲ δὴ Αἰγύπτιον
35.3 ἐταράττετο· κἂν αὐτοβοεὶ τὰ βασίλεια καὶ ἐκ τῆς γῆς καὶ ἐκ τῆς θαλάσσης ἅμα προσβαλόντες prosbalo/ntes cod. Peir., prosba/llontes L. εἷλον (τοῖς γὰρ Ῥωμαίοις οὐδὲν ἀξιόμαχον, ἅτε καὶ φίλων σφῶν δοκούντων εἶναι, παρῆνʼ, εἰ μὴ φοβηθεὶς ὁ Καῖσαρ προῆλθέ τε ἐς αὐτούς, καὶ ἐν τῷ ἀσφαλεῖ στὰς πάντα σφίσιν, ὅσα ἂν ἐθελήσωσι,
35.4 πράξειν ὑπέσχετο. καὶ μετὰ τοῦτο ἐς ἐκκλησίαν ἐσελθὼν τόν τε Πτολεμαῖον καὶ τὴν Κλεοπάτραν παρεστήσατο, καὶ τὰς διαθήκας τοῦ πατρὸς αὐτῶν ἀνέγνω, ἐν αἷς ἐκείνους μὲν συνοικῆσαί τε ἀλλήλοις κατὰ τὰ τῶν Αἰγυπτίων πάτρια καὶ βασιλεύειν ἅμα, a(/ma Rk., a)lla\ L. τὸν δὲ δὴ τῶν Ῥωμαίων δῆμον τὴν ἐπιτροπείαν σφῶν ἔχειν ἐγέγραπτο.
35.5 πράξας δὲ τοῦτο, καὶ ἐπειπὼν ὅτι ἑαυτῷ, δικτάτορι ὄντι καὶ πᾶν τὸ τοῦ δήμου κράτος ἔχοντι, τήν τε ἐπιμέλειαν τῶν παίδων ποιεῖσθαι καὶ τὰ δόξαντα τῷ πατρὶ αὐτῶν ἐπιτελεῖν προσήκει, ἐκείνοις τε τὴν βασιλείαν ἀμφοτέροις ἔδωκε, καὶ τῇ Ἀρσινόῃ τῷ τε Πτολεμαίῳ τῷ νεωτέρῳ, τοῖς ἀδελφοῖς σφων, Κύπρον ἐχαρίσατο.
35.6 τοσοῦτον γάρ που δέος αὐτὸν ἔσχεν ὥστε μὴ μόνον μηδὲν τῶν τῆς Αἰγύπτου προσλαβεῖν, ἀλλὰ καὶ τῶν οἰκείων τι αὐτοῖς προσδοῦναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi