Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 42

40.6 καὶ πολλὰ αὐτοὺς ἔβλαπτον. τοῖς μὲν γὰρ ga\r supplied by Rk. πρὸς τὴν Λιβύην σφῶν προσπίπτουσιν ὁ Καῖσαρ τρόπον τινὰ ἤμυνε· συχνοὺς δὲ δὴ περὶ τὰς τοῦ Νείλου ἐκβολὰς πυρσοῖς ὡς καὶ Ῥωμαῖοι ὄντες ἠπάτων τε καὶ συνελάμβανον, ὥστε τοὺς λοιποὺς μηκέτι τολμᾶν παρακομίζεσθαι, μέχρις οὗ Τιβέριος Κλαύδιος Νέρων ἐς αὐτὸν τότε τὸν ποταμὸν ἀναπλεύσας ἐκείνους τε μάχῃ ἐκράτησε καὶ τοῖς σφετέροις ἀδεέστερον τὸν πρόσπλουν ἐποίησε.
41.1 κἀν τούτῳ Μιθριδάτης ὁ Περγαμηνὸς ἐπικληθεὶς ἐπεχείρησε μὲν ἐς τὸ στόμα τοῦ Νείλου τὸ κατὰ Πηλούσιον ταῖς ναυσὶν ἀναβῆναι, ἀποφραξάντων δὲ τῶν Αἰγυπτίων τοῖς πλοίοις τὸν ἔσπλουν προσεκομίσθη νυκτὸς ἐπὶ τὴν διώρυχα,
41.2 καὶ ναῦς ἐς αὐτὴν ὑπερενεγκών (οὐ γὰρ ἐξίησιν ἐς τὴν θάλασσανʼ οὕτω διὰ ταύτης ἐς τὸν Νεῖλον ἀνέπλευσε, καὶ μετὰ τοῦτο αἰφνίδιον ἔκ τε τῆς θαλάσσης καὶ ἐκ τοῦ ποταμοῦ ἅμα τοῖς φρουροῦσι τὸ στόμα αὐτοῦ προσμίξας τήν τε ἀπόκλεισίν a)po/kleisi/n R. Steph., a)po/klisi/n L.
41.3 σφων ἔλυσε, καὶ τὸ Πηλούσιον τῷ τε πεζῷ ἅμα καὶ τῷ ναυτικῷ προσβαλὼν εἷλε. προχωρῶν τε ἐπὶ τὴν Ἀλεξάνδρειαν, καὶ πυθόμενος Διοσκουρίδην τινὰ ἀπαντήσειν σφίσιν, ἐνήδρευσέ τε αὐτὸν καὶ κατειργάσατο.
42.1 αἰσθόμενοι δὲ ταῦθʼ οἱ Αἰγύπτιοι τὸν μὲν me\n supplied by Bk. πόλεμον οὐδʼ ὣς κατελύσαντο, ἀχθεσθέντες a)xqesqe/ntes R. Steph., a)xqe/ntes L. δὲ τῇ τοῦ εὐνούχου καὶ τῆς γυναικὸς ἀρχῇ, καὶ νομίσαντες, ἂν τὸν Πτολεμαῖον προστήσωνται,
42.2 καθυπέρτεροι τῶν Ῥωμαίων ἔσεσθαι, ἔπειτʼ ἐπειδὴ οὐδένα τρόπον ἐξαρπάσαι αὐτὸν ἠδυνήθησαν (δεινῶς γὰρ ἐφυλάσσετὀ, ἐπλάσαντο ταῖς τε συμφοραῖς πεπονῆσθαι καὶ τῆς εἰρήνης ἐπιθυμεῖν, καὶ ἔπεμψαν πρὸς τὸν Καίσαρα ἐπικηρυκευόμενοί τε καὶ τὸν Πτολεμαῖον αἰτοῦντες, ὅπως δὴ σὺν αὐτῷ περὶ τῶν σπονδῶν, ἐφʼ οἷς γενήσοιντο,
42.3 βουλεύσωνται. ὁ οὖν Καῖσαρ ἐνόμισε μὲν καὶ ὡς ἀληθῶς αὐτοὺς μεταβεβλῆσθαι (ἄλλως τε γὰρ καὶ δειλοὺς καὶ ὀξυρρόπους ὄντας ἤκουε, καὶ τότε πρὸς τὰ πταίσματα καταπεπληγμένους ᾔσθετὀ εἰ δὲ δὴ καὶ τεχνάζοιντό τι, ἀλλʼ ὅπως μὴ διὰ τοῦτʼ ἐμποδίζων τὴν εἰρήνην νομισθῇ, συνεπαινεῖν τέ σφισιν ἔφη καὶ τὸν Πτολεμαῖον ἔπεμψεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi