Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 42

5.3 πεντηκοντούτης ὤν, τήν τε θάλασσαν τὴν τῶν Ῥωμαίων πᾶσαν ἡμερώσας ἐν αὐτῇ ἐκείνῃ διώλετο, καὶ χιλίων ποτὲ νεῶν, ὡς ὁ λόγος ἔχει, ἄρξας ἐν πλοιαρίῳ τινί, πρός τε τῇ Αἰγύπτῳ καὶ πρὸς τοῦ Πτολεμαίου τρόπον τινὰ οὗ ποτε τὸν πατέρα ἔς τε ἐκείνην ἅμα καὶ ἐς τὴν βασιλείαν κατήγαγε,
5.4 διεφθάρη· ὃν γάρ τοι καὶ τότε ἔτι στρατιῶται Ῥωμαῖοι διὰ τὴν τοῦ Πομπηίου χάριν ὑπὸ τοῦ Γαβινίου, διὰ τὸ τῶν Αἰγυπτίων ἐς τὸν πατέρα αὐτοῦ μῖσος, καταλειφθέντες ἐφρούρουν, οὗτος αὐτὸν διʼ αὐτῶν ἐκείνων ἑκατέρων ἀπεκτονέναι
5.5 ἔδοξε. Πομπήιος μὲν δὴ κράτιστος πρότερον Ῥωμαίων νομισθείς, ὥστε καὶ Ἀγαμέμνονα αὐτὸν ἐπικαλεῖσθαι, τότε καθάπερ τις καὶ αὐτῶν τῶν Αἰγυπτίων ἔσχατος, πρός τε τῷ Κασίῳ *kasi/w| v. Hers., kassi/wi L. ὄρει καὶ ἐν τῇ ἡμέρᾳ ἐν ᾗ ποτε τά τε τοῦ Μιθριδάτου καὶ τὰ τῶν καταποντιστῶν ἐπινίκια ἤγαγεν, ἐσφάγη,
5.6 ὥστε μηδὲν μηδὲ ἐν τούτῳ ὁμολογηθῆναι· ἔν τε γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ τὰ λαμπρότατα πρὶν πράξας τότε τὰ ἀλγεινότατα ἔπαθε, καὶ ἐς πάντας τοὺς πολίτας τοὺς Κασσίους ἐκ χρησμοῦ τινος ὑποπτεύων πρὸς μὲν ἀνδρὸς a)ndro\s Xiph., a)ndrw=n L. Κασσίου οὐδενὸς ἐπεβουλεύθη, παρὰ δὲ δὴ τῷ ὄρει τῷ τὴν ἐπίκλησιν ταύτην ἔχοντι καὶ ἀπέθανε καὶ ἐτάφη.
5.7 τῶν δὲ δὴ συμπλεόντων αὐτῷ οἱ μὲν αὐτίκα ἑάλωσαν οἱ δὲ καὶ ἔφυγον, ἄλλοι τε καὶ ὁ παῖς ἥ τε γυνὴ αὐτοῦ. καὶ ἡ μὲν καὶ ἐς τὴν Ῥώμην μετὰ ταῦτα ἀδείας τυχοῦσα ἀνεσώθη, ὁ δὲ δὴ Σέξτος ἐς τὴν Ἀφρικὴν πρὸς τὸν ἀδελφὸν τὸν Γναῖον ἐκομίσθη· τούτοις γὰρ δὴ τοῖς ὀνόμασι διακεκρίδαται, ἐπειδὴ τὴν τοῦ Πομπηίου πρόσρησιν ἀμφότεροι εἶχον.
6.1 Καῖσαρ δὲ ὡς τότε μετὰ τὴν μάχην τὰ κατεπείγοντα διῳκήσατο, τὴν μὲν Ἑλλάδα τά τε λοιπὰ τὰ ταύτῃ ἄλλοις τισὶ καὶ προσποιεῖσθαι καὶ καθίστασθαι προσέταξεν, αὐτὸς δὲ τὸν Πομπήιον ἐπεδίωξε. καὶ μέχρι μὲν τῆς Ἀσίας κατὰ πύστιν αὐτοῦ προϊὼν proi+w\n Leuncl., prosiw\n L. ἠπείχθη, ἐνταῦθα δέ, ἐπειδὴ μηδεὶς

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi