Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 43

14.7 ἐκέλευσαν. ταῦτα δὲ μόνα κατέλεξα οὐχ ὅτι καὶ μόνα ἐψηφίσθη (παμπληθῆ τε γὰρ ἐσεφέρετο καὶ δῆλον ὅτι καὶ ἐκυροῦτὀ ἀλλʼ ὅτι τὰ μὲν ἄλλα παρήκατο, ταῦτα δὲ προσεδέξατο.
15.1 δεδογμένων δὲ ἤδη αὐτῶν ἦλθέ τε ἐς τὴν Ῥώμην, καὶ ἰδὼν τοὺς ἀνθρώπους τήν τε δύναμιν αὐτοῦ φοβουμένους καὶ τὸ φρόνημα ὑποτοπουμένους, κἀκ τούτου πολλὰ καὶ δεινά, οἷά που καὶ πρὶν ἐγεγόνει, πείσεσθαι προσδοκῶντας, καὶ διὰ τοῦτο καὶ ὑπερόγκους οἱ τιμὰς κολακείᾳ
15.2 ἀλλʼ οὐκ εὐνοίᾳ ἐψηφισμένους, παρεμυθήσατό τε αὐτοὺς καὶ ἐπήλπισεν εἰπὼν ἐν τῇ βουλῇ τοιάδε· “μηδεὶς ὑμῶν, ὦ πατέρες, προσδοκήσῃ μήτε ἐρεῖν με χαλεπὸν μηδὲν μήτε πράξειν, ὅτι καὶ νενίκηκα καὶ δύναμαι πᾶν μὲν ὅ τι ἂν ἐθελήσω ἀνεύθυνος εἰπεῖν, πᾶν δʼ ὅ τι ἂν βουληθῶ μετʼ
15.3 ἐξουσίας δρᾶσαι. μὴ μέντοι μηδʼ ὅτι καὶ Μάριος καὶ Κίννας καὶ Σύλλας, οἵ τε ἄλλοι πάντες ὡς εἰπεῖν ὅσοι πώποτε τοὺς ἀντιστασιάσαντάς σφισιν ἐκράτησαν, ἐν μὲν ταῖς ἐπιχειρήσεσι τῶν πραγμάτων πολλὰ καὶ φιλάνθρωπα καὶ εἶπον καὶ
15.4 ἔπραξαν, ἐξ ὧν οὐχ ἥκιστα προσαγαγόμενοί prosagago/menoi/ Bk., prosago/menoi/ L. τινας μάλιστα μὲν συμμάχοις αὐτοῖς, εἰ δὲ μή, οὐκ ἀνταγωνισταῖς γε ἐχρήσαντο, νικήσαντες δὲ καὶ ἐγκρατεῖς ὧν ἐπεθύμουν γενόμενοι πολὺ τἀναντία ἐκείνων καὶ λόγῳ καὶ ἔργῳ ἔπραξαν, καὶ ἐμέ τις ὑπολάβῃ τὸ αὐτὸ τοῦτο ποιήσειν.
15.5 οὔτε γὰρ ἄλλως πως πεφυκὼς ἔπειτα τὸν μὲν ἔμπροσθε χρόνον προσποιητῶς ὑμῖν ἐνωμίλησα, νῦν δέ, ὅτι ἔξεστιν, ἀσφαλῶς θρασύνομαι· οὔτʼ αὖ ὑπὸ τῆς πολλῆς εὐπραγίας ἐξῆγμαι καὶ τετύφωμαι ὥστε καὶ τυραννῆσαι ὑμῶν ἐπιθυμῆσαι (ταῦτα γὰρ ἔμοιγε ἀμφότερα ἢ τό γε ἕτερον
15.6 αὐτῶν ἐκεῖνοι παθεῖν δοκοῦσινʼ· ἀλλʼ εἰμί τε τῇ φύσει τοιοῦτος ὁποίου μου ἀεὶ πεπείρασθε (τί γὰρ δεῖ με καθʼ ἕκαστον ἐπεξιόντα ἐπαχθῆ, ὡς καὶ ἐμαυτὸν ἐπαινοῦντα, γενέσθαι;ʼ καὶ τὴν τύχην οὐκ ἂν προπηλακίσαιμι, ἀλλʼ ὅσῳ μᾶλλον ἀγαθῆς αὐτῆς πεπείραμαι, τόσῳ μᾶλλον πρὸς

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi