Kitap 43
37.3
τὰς γλώσσας σφῶν ἔφθανον. ὁρῶντες οὖν ταῦτα ἀπό τε ἵππων καὶ ἀπὸ μετεώρων τινῶν χωρίων ὅ τε Καῖσαρ καὶ ὁ Πομπήιος οὐκ εἶχον οὔθʼ ὅπως ἐλπίσωσιν ou)/q' o(/pws e)lpi/swsin supplied by “N” in Reimar's ed. οὔθʼ ὅπως ἀπογνῶσιν, ἀλλʼ ἀμφίβολοι ταῖς γνώμαις γιγνόμενοι διʼ ἴσου καὶ
37.4
τῷ δέει καὶ τῷ θάρσει ἐκακοπάθουν. ἀντιπάλου γὰρ τῆς μάχης οὔσης ταῖς τε ὄψεσι δεινῶς ἔκαμνον, ἐπιθυμοῦντές τι ἰδεῖν πλεονέκτημα καὶ ὀκνοῦντές τι ἰδεῖν ἐλάττωμα, καὶ ταῖς ψυχαῖς, εὐχόμενοί τέ τι ἅμα καὶ ἀπευχόμενοι καὶ ῥωννύμενοι καὶ φοβούμενοι. οὔκουν οὐδʼ ἠδυνήθησαν ἐπὶ πολὺ καρτερῆσαι, ἀλλὰ καταπηδήσαντες
37.5
ἀπὸ τῶν ἵππων συμμετέσχον αὐτῆς. οὕτω που τῷ τοῦ σώματος καὶ πόνῳ καὶ κινδύνῳ μᾶλλον ἢ τῇ τῆς ψυχῆς συντάσει συνεῖναι sunei=nai Leuncl., sunie/nai L. εἵλοντο, ῥοπήν τινα τοῖς ἑαυτοῦ στρατιώταις ἑκάτερος τῇ τῆς μάχης κοινωνίᾳ παρέξειν ἐλπίσαντες· ἢ εἴγε ἐκείνης ἁμάρτοιεν, συντελευτῆσαί γε αὐτοῖς ἠθέλησαν.
38.1
καὶ οἱ μὲν καὶ αὐτοὶ ἐμάχοντο· τοῖς δὲ δὴ στρατοπέδοις πλεονεξία μὲν οὐδεμία οὐδετέροις ἐκ τούτου ἐγένετο, μακρῷ δὲ δὴ πλείων, plei/wn R. Steph., plei/w L. ὡς ἐκείνους συγκινδυνεύοντάς σφισιν εἶδον, τοῦ τε σφετέρου θανάτου καταφρόνησις καὶ τοῦ τῶν ἐναντίων ὀλέθρου ἔφεσις ἀμφοτέροις ὁμοίως ἐνέπεσε.
38.2
καὶ διὰ τοῦτο οὔτε ἔφυγον τότε γε οὐδέτεροι, ἀλλʼ ἰσοπαλεῖς ταῖς γνώμαις ὄντες ἰσοκρατεῖς καὶ τοῖς σώμασιν ἐγίγνοντο· κἂν πάντες ἀπέθανον ἢ καὶ ὑπὸ τῆς νυκτὸς ἀγχώμαλοι διεκρίθησαν, εἰ μὴ ὅ τε o(/ te Bk., o(/ti ge L. Βογούας ἔξωθέ που τῶν συνεστηκότων ὢν ἐπὶ τὸ τοῦ Πομπηίου στρατόπεδον ὥρμησε, καὶ ὁ Λαβιῆνος ὡς τοῦτο εἶδε, τήν τε τάξιν ἐξέλιπε καὶ πρὸς ἐκεῖνον ἐτράπετο.
38.3
φεύγειν γὰρ αὐτὸν οἱ Πομπηίειοι νομίσαντες ἠθύμησαν. καὶ ἔμαθον μέν που τὸ ἀληθὲς ὕστερον, οὐ μέντοι καὶ ἀναλαβεῖν ἑαυτοὺς ἔτʼ ἠδυνήθησαν, ἀλλʼ οἱ μὲν ἐς τὴν πόλιν οἱ δὲ ἐς τὸ τάφρευμα ἀποφυγόντες οὗτοί τε τοὺς προσμίξαντάς σφισιν ἰσχυρῶς ἀπεμαχέσαντο, καὶ οὐ πρότερόν γε ἔπεσον πρὶν ἀμφίβολοι γενέσθαι,