Kitap 43
3.5
τῷ Σκιπίωνι ἀπʼ αὐτοῦ συνέπεμψεν. ἐξ οὗπερ καὶ τὰ μάλιστα διεφάνη ὅτι εἰ καὶ ἐκεῖνος ἐληλύθει, οὐκ ἄν ποτε αὐτοῖς ὁ Καῖσαρ ἀντέσχεν. οὔκουν οὐδὲ μόνῳ τῷ Σκιπίωνι συμβαλεῖν sumbalei=n Bk., sumba/llein L. εὐθὺς ἐτόλμησε· τά τε γὰρ ἄλλα καὶ τοὺς ἐλέφαντας, τὸ μέν τι καὶ ἐπὶ τῇ μάχῃ, τὸ δὲ δὴ πλεῖον ὅτι τὸ
4.1
ἱππικὸν αὐτοῦ ἐτάρασσον, δεινῶς ἐδεδίει. ἐν φυλακῇ οὖν τὸ στρατόπεδον ἐς ὅσον ἐδύνατο ποιῶν ὁ Καῖσαρ στρατιώτας τε ἐκ τῆς Ἰταλίας καὶ ἐλέφαντας μετεπέμπετο, οὐχ ὡς καὶ ἀξιόμαχόν τι διʼ αὐτῶν δράσων (οὐδὲ γὰρ πολλοὶ ἦσανʼ, ἀλλʼ ἵνα οἱ ἵπποι πρός τε τὴν ὄψιν καὶ πρὸς τὴν φωνὴν αὐτῶν ἐκμελετήσωσιν οὐδὲν ἔτι τοὺς τῶν πολεμίων φοβεῖσθαι.
4.2
κἀν τούτῳ οἵ τε Γαίτουλοι προσεχώρησαν αὐτῷ καὶ ἕτεροί τινες τῶν πλησιοχώρων, τὰ μὲν δι’ ἐκείνους, ἐπειδή σφας μεγάλως τιμηθέντας ἤκουσαν, τὰ δὲ καὶ τῇ τοῦ Μαρίου μνήμῃ, ὅτι
4.3
προσήκων αὐτοῦ ἦν. ὡς δὲ ταῦτά τε ἐγένετο, καὶ οἱ ἐκ τῆς Ἰταλίας βραδέως μὲν καὶ ἐπικινδύνως ὑπό τε τοῦ χειμῶνος καὶ ὑπὸ τῶν πολεμίων περαιωθέντες, ὅμως δʼ οὖν ἦλθόν ποτε, οὐκέθʼ ἡσύχασεν, ἀλλὰ καὶ τοὐναντίον ἠπείχθη πρὸς τὴν μάχην, ὅπως πρὶν τὸν Ἰόβαν ἐπελθεῖν
4.4
φθάσῃ τὸν Σκιπίωνα προκατεργασάμενος. καὶ προχωρήσας ἐπʼ αὐτὸν πρὸς πόλιν Οὐζζίττα ἐπὶ λόφου τινός, ὑπέρ τε ἐκείνης καὶ ὑπὲρ τοῦ στρατοπέδου ἅμα αὐτῶν ὄντος, ἱδρύθη, προεκκρούσας proekkrou/sas R. Steph., prosekkrou/sas L. τοὺς κατέχοντας αὐτόν, καὶ μετὰ τοῦτο προσπεσόντα οἱ τὸν Σκιπίωνα ἀπό τε τοῦ μετεώρου ἀπεδίωξε καὶ τοῖς ἱππεῦσιν ἐπικαταδραμὼν
4.5
ἐκάκωσε. τοῦτό τε οὖν τὸ χωρίον κατέσχε καὶ ἐνετειχίσατο, καὶ ἕτερον ἐπὶ θάτερα τῆς πόλεως, τὸν Λαβιῆνον ἐπʼ αὐτοῦ e)p' au)tou= Reim., a)p' au)tou= L. κρατήσας, ἔλαβε· κἀκ τούτου καὶ πᾶσαν αὐτὴν ἀπετείχισεν. ὁ γὰρ Σκιπίων δείσας μὴ προαναλωθῇ, ἐς μάχην μὲν
4.6
οὐκέτʼ αὐτῷ ᾔει, τὸν δὲ Ἰόβαν μετεπέμπετο, καὶ αὐτῷ, ἐπειδὴ μὴ ὑπήκουέν οἱ, πάντα τὰ ἐν τῇ Ἀφρικῇ τοῖς Ῥωμαίοις ὄντα χαρίσασθαι ὑπέσχετο. καὶ ὁ μὲν ἐκ τούτου τῷ μὲν Σιττίῳ ἄλλους ἀντέταξεν, αὐτὸς δὲ ἐπὶ τὸν Καίσαρα αὖθις ὥρμησεν.