Kitap 43
46.4
καὶ ἕτερον ἀντʼ αὐτοῦ ἀντικαταστῆναι. δεύτερον δὲ ὅτι ὁ Κανίνιος ἀπεδείχθη τε ἅμα ὕπατος καὶ ὑπάτευσε καὶ ἐπαύσατο· ὅπερ καὶ ὁ Κικέρων διασκώπτων τοσαύτῃ ἔφη τὸν ὕπατον καὶ ἀνδρείᾳ καὶ φροντίδι ἐν τῇ ἀρχῇ κεχρῆσθαι ὥστε μηδὲ τὸ
46.5
βραχύτατον ἐν αὐτῇ κεκοιμῆσθαι. ἐκ δʼ οὖν τοῦ χρόνου ἐκείνου οὐκέτι οἱ αὐτοὶ διὰ παντὸς τοῦ ἔτους, πλὴν ὀλίγων πάλαι γε, ὑπάτευσαν, ἀλλʼ ὥς που καὶ ἔτυχον, οἱ μὲν ἐπὶ πλείους οἱ δὲ ἐπʼ ἐλάττους, οἱ μὲν μῆνας οἱ δὲ ἡμέρας, ἐπεὶ νῦν γε οὐδεὶς οὔτε ou)/te Bk., ou)de L. ἐπʼ ἐνιαυτὸν οὔτε ἐς πλείω διμήνου χρόνον
46.6
ὡς πλήθει σὺν ἑτέρῳ τινὶ ἄρχει. καὶ τὰ μὲν ἄλλα οὐδὲν διαφέρομεν ἀλλήλων, τὴν δὲ ἐξαρίθμησιν τῶν ἐτῶν οἱ κατὰ πρώτας αὐτῶν ὑπατεύοντες καρποῦνται. καὶ ἐγὼ οὖν τῶν μὲν ἄλλων τοὺς τοῖς πράγμασιν ἀναγκαίους ὀνομάσω, πρὸς δὲ δὴ τὴν τῶν ἀεὶ πραττομένων δήλωσιν τοὺς πρώτους ἄρξαντας, a)/rcantas Xyl., pra/cantas L. κἂν μηδὲν ἔργον ἐς αὐτὰ παράσχωνται.
47.1
περὶ μὲν οὖν τοὺς ὑπάτους ταῦθʼ οὕτως ἐγένετο· οἱ δὲ δὴ ἄλλοι ἄρχοντες λόγῳ μὲν ὑπό τε τοῦ πλήθους καὶ ὑπὸ τοῦ δήμου κατὰ τὰ πάτρια (τὴν γὰρ ἀπόδειξιν αὐτῶν ὁ Καῖσαρ οὐκ ἐδέξατὀ, ἔργῳ δὲ ὑπʼ ἐκείνου κατέστησαν, καὶ ἔς γε τὰ
47.2
ἔθνη ἀκληρωτὶ ἐξεπέμφθησαν. ἀριθμὸν δὲ οἱ μὲν ἄλλοι ὅσοιπερ καὶ πρότερον, στρατηγοὶ δὲ τεσσαρεσκαίδεκα ταμίαι τε τεσσαράκοντα ἀπεδείχθησαν. πολλοῖς γὰρ δὴ πολλὰ ὑπεσχημένος οὐκ εἶχεν ὅπως σφᾶς ἄλλως ἀμείψηται, καὶ
47.3
διὰ τοῦτο ταῦτʼ ἐποίει. καὶ προσέτι παμπληθεῖς μὲν ἐς e)s Bs., e)pi\ L. τὴν γερουσίαν, μηδὲν διακρίνων μήτʼ εἴ τις στρατιώτης μήτʼ εἴ τις ἀπελευθέρου παῖς ἦν, ἐσέγραψεν, ὥστε καὶ ἐνακοσίους e)nakosi/ous Bk., e)nnakosi/ous L. τὸ κεφάλαιον αὐτῶν γενέσθαι, πολλοὺς δὲ καὶ ἐς τοὺς εὐπατρίδας τούς τε ὑπατευκότας ἢ καὶ