Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 43

47.4 ἄλλην a)/llhn supplied by Nipperdey. ἀρχήν τινα ἄρξαντας ἐγκατέλεξεν. εὐθυνομένους τε ἐπὶ δώροις τινὰς καὶ ἐξελεγχομένους γε ἀπέλυσεν, ὥστε καὶ αἰτίαν δωροδοκίας ἔχειν. προσσυνελάβετο γὰρ τοῦ λόγου τούτου ὅτι καὶ τοὺς χώρους τοὺς δημοσίους, οὐχ ὅτι τοὺς βεβήλους ἀλλὰ καὶ τοὺς ἱερούς, πάντας τε ἐξέθηκεν ἐς τὸ e)ce/qhken e)s to\ supplied by R. Steph. πρατήριον, καὶ ἀπεκήρυξε τοὺς πλείονας.
47.5 συχνὰ δʼ οὖν ὅμως καὶ ἐν ἀργυρίῳ τῇ τε πράσει τῶν χωρίων ἔστιν οἷς ἔνειμε· καὶ Λουκίῳ τινὶ Βασίλῳ *basi/lw| Bs., basi/llwi L. ἡγεμονίαν μὲν ἔθνους οὐδεμίαν καίτοι στρατηγοῦντι ἐπέτρεψε, χρήματα δὲ ἀντʼ αὐτῆς πάμπολλα ἐχαρίσατο, ὥστε καὶ ἐπιβόητον αὐτὸν ἔν τε te Bk., ge L. τούτῳ γενέσθαι, καὶ ὅτι προπηλακισθεὶς ἐν τῇ στρατηγίᾳ ὑπʼ αὐτοῦ ἀντεκαρτέρησε. a)ntekarte/rhse Bs., a)pekarte/rhse L.
47.6 ταῦτα δὴ πάντα τοῖς μὲν λαμβάνουσί τι ἢ καὶ προσδοκῶσι λήψεσθαι ἀρεστὰ ἐγίγνετο, μηδὲν τοῦ κοινοῦ προτιμῶσι πρὸς τὸ ἀεὶ διʼ αὐτῶν αὔξεσθαι· οἰ δὲ δὴ ἄλλοι πάντες δεινῶς ἔφερον, καὶ πολλά γε ἐλογοποίουν πρός τε ἀλλήλους, καὶ ὅσοις γε καὶ ἀσφάλειά τις ἦν, παρρησιαζόμενοι, καὶ βιβλία δὲ de\ St., te L. ἀνώνυμα ἐκτιθέντες.
48.1 ἐν δʼ οὖν τῷ ἔτει ἐκείνῳ ἐκεῖνά τε ἐπράχθη, καὶ ἐπὶ τῆς διοικήσεως δύο τῶν πολιανομούντων, ἐπειδὴ ταμίας οὐδεὶς προεκεχειροτόνητο, ἐγένοντο. ὥσπερ γάρ ποτε πρότερον, καὶ τότε ἐν τῇ ἀποδημίᾳ τῇ τοῦ Καίσαρος οἱ πολιανόμοι πάντα τὰ ἐν τῷ ἄστει πράγματα μετὰ τοῦ Λεπίδου
48.2 ἱππαρχοῦντος ἔσχον· καὶ αἰτιαθέντες γε ὅτι καὶ ῥαβδούχοις καὶ τῇ ἐσθῆτι τῷ τε δίφρῳ τοῖς ἀρχικοῖς, ὥσπερ καὶ ὁ ἵππαρχος, ἐκέχρηντο, e)ke/xrhnto R. Steph., e)ke/xrhto L. ἀφείθησαν, νόμον τινὰ προβαλλόμενοι διʼ οὗ πᾶσι τοῖς παρὰ δικτάτορος ἀρχήν τινα λαβοῦσι
48.3 χρῆσθαι αὐτοῖς ἐδίδοτο. τὸ δʼ οὖν κατὰ τὴν διοίκησιν, ἐξ ἐκείνου διʼ ἅπερ εἶπον παρατραπέν, οὐκέτι τοῖς ταμίαις ἀεὶ ἐπετράπη, ἀλλὰ τὸ τελευταῖον τοῖς ἐστρατηγηκόσι προσετάχθη. τούς τε οὖν θησαυροὺς τοὺς δημοσίους δύο τότε τῶν πολιανομούντων διῴκησαν, καὶ τὰ Ἀπολλώνια ὁ ἕτερος αὐτῶν τῇ τοῦ Καίσαρος παρασκευῇ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi