Kitap 43
50.3
διαπρέψαι. τούτοις τε οὖν ἐσεμνύνετο, καὶ ὅτι καὶ τὴν Καρχηδόνα τήν τε Κόρινθον ἀνέστησεν. πολλὰς μὲν γὰρ καὶ ἄλλας ἐν τῇ Ἰταλίᾳ καὶ ἔξω πόλεις τὰς μὲν ἀνῳκοδόμησε, τὰς δὲ καὶ
50.4
ἐκ καινῆς κατεστήσατο· ἀλλὰ τοῦτο μὲν καὶ ἄλλοις τισὶν ἐπέπρακτο, τὴν δὲ δὴ Κόρινθον τήν τε Καρχηδόνα, πόλεις ἀρχαίας λαμπρὰς ἐπισήμους ἀπολωλυίας, ᾗ h(=| R. Steph., h( L. μὲν ἀποικίας Ῥωμαίων ἐνόμισεν, ἀπῴκισεν, ᾗ h(=| R. Steph., h( L. δὲ τοῖς ἀρχαίοις ὀνόμασιν
50.5
ἐτίμησεν, ἀπέδωκεν τῇ μνήμῃ τῶν ἐνοικησάντων ποτὲ αὐτάς, μηδὲν διὰ τὴν ἐκείνων ἔχθραν τοῖς χωρίοις τοῖς μηδέν σφας ἀδικήσασι μνησικακήσας. καὶ αἱ μέν, ὥσπερ ἅμα πρότερον καθῃρέθησαν, οὕτω καὶ τότε ἅμα ἀνεβιώσκοντο καὶ ἔμελλον καὶ
51.1
αὖθις ἀνθήσειν· πράττοντος δὲ αὐτοῦ ταῦτα ἐπιθυμία τε πᾶσι τοῖς Ῥωμαίοις ὁμοίως ἐσῆλθε τιμωρῆσαι τῷ τε Κράσσῳ καὶ τοῖς σὺν αὐτῷ φθαρεῖσι, καὶ ἐλπὶς τότε, εἴπερ ποτέ, τοὺς Πάρθους καταστρέψεσθαι. katastre/yesqai Bs., katastre/yasqai L. τόν τε οὖν πόλεμον τῷ Καίσαρι ὁμοθυμαδὸν ἐψηφίσαντο, καὶ τὴν παρασκευὴν paraskeuh\n Rk., kataskeuh\n L.
51.2
αὐτοῦ πολλὴν ἐποιοῦντο. τά τε γὰρ ἄλλα, καὶ ὅπως ἐκεῖνός τε πλείοσιν ὑπηρέταις χρῆσθαι ἔχῃ, καὶ ἡ h( Rk., h(/ te L. πόλις μήτʼ ἄνευ ἀρχόντων ἐν τῇ ἀπουσίᾳ αὐτοῦ γένηται μήτʼ αὖ καθʼ ἑαυτὴν αἱρουμένη ai(roume/nh R. Steph., ai(roume/nhs L. τινὰς στασιάσῃ, διενοοῦντο μὲν καὶ ἐς τρία ἔτη αὐτοὺς προκαταστῆσαι (τοσούτου γὰρ χρόνου πρὸς τὴν στρατείαν χρῄζειν ἐδόκουνʼ οὐ
51.3
μέντοι καὶ πάντας προαπέδειξαν. ᾑρεῖτο δὲ τῷ μὲν λόγῳ de\ tw=| me\n lo/gw| Bs., me\n tw=i lo/gwi L. τοὺς ἡμίσεις ὁ Καῖσαρ, ἐν νόμῳ τινὶ τοῦτο ποιησάμενος, ἔργῳ δὲ πάντας. καὶ ἐς μὲν τὸ πρῶτον ἔτος ταμίαι τεσσαράκοντα προεχειρίσθησαν ὥσπερ καὶ πρότερον, καὶ ἀγορανόμοι τότε πρῶτον δύο μὲν καὶ ἐξ εὐπατριδῶν, τέσσαρες δὲ ἐκ τοῦ πλήθους, ὧν οἱ δύο τὴν ἀπὸ τῆς Δήμητρος ἐπίκλησιν φέρουσιν, ὅπερ που καὶ ἐς τόδε ἐξ ἐκείνου