Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 43

9.2 μηδενὸς ἀνθισταμένου παρεστήσατο, καὶ τοὺς Νομάδας λαβὼν ἔς τε τὸ ὑπήκοον ἐπήγαγε καὶ τῷ Σαλουστίῳ λόγῳ μὲν ἄρχειν ἔργῳ δὲ ἄγειν τε καὶ φέρειν ἐπέτρεψεν. ἀμέλει καὶ ἐδωροδόκησε πολλὰ καὶ ἥρπασεν, ὥστε καὶ κατηγορηθῆναι
9.3 καὶ kai\ supplied by Xyl. αἰσχύνην αἰσχίστην ὀφλεῖν, o)flei=n Bs., o)flh=sai L. ὅτι τοιαῦτα συγγράμματα συγγράψας καὶ πολλὰ καὶ πικρὰ περὶ τῶν ἐκκαρπουμένων τινὰς εἰπὼν οὐκ ἐμιμήσατο τῷ ἔργῳ τοὺς λόγους. ὅθεν εἰ καὶ τὰ μάλιστα ἀφείθη ὑπὸ τοῦ Καίσαρος, ἀλλʼ αὐτός γε ἑαυτὸν καὶ πάνυ τῇ συγγραφῇ ἐστηλοκόπησε.
9.4 τοῦτό τε οὖν οὕτως ἐγένετο, καὶ τὰ ἔθνη τὰ ἐν τῇ Λιβύῃ ταῦτα τὸ μὲν περὶ τὴν Καρχηδόνα, ὃ δὴ καὶ Ἀφρικὴν καλοῦμεν, παλαιόν, ὅτι ἐκ πολλοῦ κατείργαστο, τὸ δὲ δὴ τῶν Νομάδων νέον, ὅτι
9.5 νεωστὶ εἴληπτο, ἐπωνομάσθη. Σκιπίων δὲ ἐκ μὲν τῆς μάχης ἔφυγε, καὶ πλοίου ἐπιτυχὼν ἐς τὴν Ἰβηρίαν πρός τε τὸν Πομπήιον ἀπῆρεν, ἐκπεσὼν δὲ ἐς τὴν Μαυριτανίαν καὶ τὸν Σίττιον φοβηθεὶς ἑαυτὸν διεχρήσατο.
10.1 ὅ τε Κάτων τὸ μὲν πρῶτον συγκαταφυγόντων πρὸς αὐτὸν πολλῶν παρεσκευάζετο τῶν τε πραγμάτων ἀντιλαβέσθαι καὶ τὸν Καίσαρα τρόπον τινὰ ἀμύνασθαι· a)mu/nasqai Pflugk, a)mu/nesqai L. ὡς δὲ οἵ τε Οὐτικήσιοι,
10.2 ἄτε μηδὲ ἐν τῷ πρὶν ἐχθρωδῶς τῷ Καίσαρι ἔχοντες καὶ τότε νενικηκότα αὐτὸν ὁρῶντες, οὐκ ἐπείθοντο αὐτῷ, καὶ οἱ ἐκ τῆς γερουσίας τῶν τε ἱππέων παρόντες ἐφοβήθησαν μὴ συλληφθῶσιν ὑπʼ αὐτῶν καὶ δρασμὸν ἐβουλεύσαντο, αὐτὸς μὲν οὔτʼ ἀντιπολεμῆσαι (οὐδὲ ou)de\ Bk., ou)/te L. γὰρ οἷός τε ἦνʼ οὔτʼ
10.3 αὖ προσχωρῆσαι prosxwrh=sai H. Steph., proxwrh=sai L. τῷ Καίσαρι ἔγνω, οὐχ ὅτι τι ἐδεδίει (καὶ γὰρ εὖ ἠπίστατο καὶ πάνυ ἂν σπουδάσαντα αὐτὸν ἑαυτοῦ, τῆς ἐπὶ φιλανθρωπίᾳ δόξης ἕνεκα, φείσασθαἰ, ἀλλʼ ὅτι τῆς τε ἐλευθερίας ἰσχυρῶς ἤρα, καὶ ἡττᾶσθαι οὐδενὸς ἐς οὐδὲν ou)deno\s e)s ou)de\n R. Steph., e)s ou)deno\s ou)de\n L. ἐβούλετο, τοῦ τε θανάτου πολὺ τὸν παρὰ τοῦ Καίσαρος ἔλεον χαλεπώτερον ἡγεῖτο εἶναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi