Kitap 44
40.3
αὐτὴν οὔθʼ ὕβρισεν. ὅσα μὲν οὖν ἄλλως στρατευόμενος ἐλαμπρύνετο, ἢ ὅσα ἐν ταῖς ἐγκυκλίοις λειτουργίαις ἐμεγαλοφρονήσατο, παραλείψω, καίπερ τοσαῦτα ὄντα ὥστʼ ἄλλῳ τινὶ καὶ πάνυ ἂν ἐς ἔπαινον ἐξαρκέσαι· πρὸς γάρ τοι τὴν ἐπιφάνειαν τῶν μετὰ ταῦτα αὐτοῦ ἔργων σμικρολογεῖσθαι δόξω, ἂν καὶ ἐκεῖνα ἀκριβῶς ἐπεξίω· ὅσα δὲ δὴ ἄρχων a)/rxwn R. Steph., o( a)/rxwn LM cod. Peir. ὑμῶν ἔπραξε, ταῦτʼ
40.4
ἐρῶ μόνα. καὶ οὐδὲ ταῦτα μέντοι πάντα καθʼ ἕκαστον ἀκριβῶς διηγήσομαι· οὔτε γὰρ ἐξικέσθαι ποτʼ ἂν αὐτῶν δυνηθείην, καὶ πάμπολυν ἂν ὑμῖν ὄχλον ἄλλως τε καὶ εἰδόσι ταῦτα παράσχοιμι.
41.1
ὁ γὰρ ἀνὴρ οὗτος πρῶτον μὲν πάντων στρατηγήσας ἐν Ἰβηρίᾳ, καὶ ὕπουλον αὐτὴν εὑρών, οὐ περιεῖδέ σφας ὑπὸ τῷ τῆς εἰρήνης ὀνόματι ἀνανταγωνίστους γιγνομένους, οὐδʼ εἵλετο αὐτὸς au)to\s R. Steph., au)to\ LM cod. Peir. ἐν ἡσυχίᾳ τὸν τῆς ἀρχῆς χρόνον διαγενεσθαι μᾶλλον ἢ τὰ κοινῇ συμφέροντα πρᾶξαι, ἀλλʼ ἐπειδήπερ ἑκόντες οὐ μετεμέλοντο, καὶ ἄκοντάς σφας ἐσωφρόνισεν,
41.2
ὥστε καὶ τοὺς πρότερόν ποτε εὐδοκιμήσαντας κατʼ αὐτῶν τοσοῦτον ὑπερβαλέσθαι ὅσον τὸ φυλάξαι τι τοῦ κτήσασθαι χαλεπώτερόν ἐστι, καὶ τὸ μηδʼ αὖθίς ποτε νεωτερίσαι τινὰς δυνηθῆναι ἐξεργάσασθαι τοῦ τὴν ἀρχὴν ὑπηκόους αὐτούς, ἀκεραίου τῆς δυνάμεώς σφισιν οὔσης,
41.3
ποιήσασθαι λυσιτελέστερον. τοιγάρτοι καὶ τὰ ἐπινίκια αὐτῷ διὰ τοῦτʼ ἐψηφίσασθε καὶ τὴν ἀρχὴν τὴν ὕπατον εὐθὺς ἐδώκατε. ἐξ οὗ δὴ καὶ τὰ μάλιστα διεφάνη τοῦθʼ, ὅτι οὔτε ἐπιθυμίας οὔτε εὐκλείας οἰκείας ἕνεκα τόν τε πόλεμον ἐκεῖνον ἐποιήσατο καὶ πρὸς τὰ λοιπὰ παρεσκευάζετο.
41.4
παριδὼν γοῦν gou=n Bk., ou)=n LM cod. Peir. τὴν πέμψιν pe/myin R. Steph., me/myin LM cod. Peir. τῶν νικητηρίων διὰ τὸ τὰ πράγματα κατεπείγειν, καὶ χάριν μὲν ὑμῖν τῆς τιμῆς γνούς, ἀρκεσθεὶς δὲ αὐτῇ ἐκείνῃ πρὸς τὴν δόξαν, ὑπάτευσε.
42.1
καὶ ὅσα μὲν παρὰ τὴν ἀρχὴν ἐν τῇ πόλει διῴκησεν, ἦ μυρία ἂν εἴη λέγειν· ἀλλʼ ἐπειδὴ τάχιστα ἔκ τε ἐκείνης ἐξῆλθε καὶ πρὸς τὸν Γαλατικόν πόλεμον ἐστάλη, θεωρήσατε ὅσα αὖ καὶ