Kitap 44
42.2
ἡλίκα ἐνταῦθα κατειργάσατο. τοῖς μὲν γὰρ συμμάχοις οὐχ ὅπως βαρὺς ἐγένετο, ἀλλὰ καὶ προσεβοήθησεν, ἐπειδὴ μήτε τι αὐτοὺς ὑπώπτευσε καὶ προσέτι καὶ ἀδικουμένους εἶδε· τοὺς δὲ δὴ πολεμίους, οὐχ ὅτι τοὺς προσοικοῦντας αὐτοῖς ἀλλὰ καὶ τοὺς ἄλλους πάντας τοὺς τὴν Γαλατίαν νέμοντας, κατεστρέψατο, καὶ τοῦτο μὲν χώραν παμπληθῆ τοῦτο δὲ καὶ πόλεις ἀναριθμήτους, ὧν οὐδὲ τὰ ὀνόματα πρότερον ᾔδειμεν, προσεκτήσατο.
42.3
καὶ ταῦτα μέντοι πάντα, μήτε δύναμιν ἀξιόχρεων μήτε mh/te St., mhde\ LM cod. Peir. χρήματα αὐτάρκη παρʼ ὑμῶν λαβών, οὕτω μὲν ταχέως κατέπραξεν ὥστε καὶ πρὶν αἰσθέσθαι τινὰ ὑμῶν ὅτι πολεμεῖ νενικηκέναι, οὕτω δὲ ἀσφαλῶς κατεστήσατο ὥστε w(/ste cod. Peir., kai\ w(/ste LM. καὶ ἐπιβατὴν ἀπʼ αὐτῶν καὶ τὴν Κελτικὴν καὶ τὴν
42.4
Βρεττανίαν ποιῆσαι. καὶ νῦν δεδούλωται μὲν Γαλατία ἡ τούς τε Ἄμβρονας *)/ambronas LM, a)/mbrwnas cod. Peir. καὶ τοὺς Κίμβρους ἐφʼ ἡμᾶς ἀποστείλασα, καὶ γεωργεῖται πᾶσα ὥσπερ αὐτὴ ἡ Ἰταλία, πλεῖται δὲ οὐ Ῥοδανὸς ἔτι μόνος οὐδʼ Ἄραρις, ἀλλὰ καὶ Μόσας καὶ Λίγρος καὶ Ῥῆνος αὐτὸς καὶ ὠκεανὸς αὐτός.
42.5
ὧν γὰρ οὐδὲ τὰς ἐπικλήσεις ἀκούοντες ἐπιστεύομεν αὐτὰ εἶναι, ταῦθʼ ἡμῖν προσκατείργασται, ἐμβατὰ μὲν τὰ πρὶν ἄγνωστα, πλωτὰ δὲ τὰ πρὶν ἀδιερεύνητα ἀπό τε τῆς μεγαλοπρεπείας καὶ ἀπὸ
43.1
τῆς μεγαλογνωμοσύνης ποιήσας. καὶ εἴγε μὴ φθονήσαντες αὐτῷ τινες, μᾶλλον δὲ ὑμῖν, ἐστασιάκεσαν, καὶ δεῦρο αὐτὸν πρὸ τοῦ προσήκοντος καιροῦ ἐπανελθεῖν ἠναγκάκεσαν, h)nagka/kesan Bk., h)na/gkasan LM. πάντως ἂν καὶ τὴν Βρεττανίαν ὅλην μετὰ τῶν ἄλλων νήσων τῶν περικειμένων perikeime/nwn M cod. Peir., prokeime/nwn L. αὐτῇ καὶ τὴν Κελτικὴν πᾶσαν μέχρι τοῦ ἀρκτικοῦ ὠκεανοῦ ἐκεχείρωτο, ὥσθʼ ἡμᾶς ὅρους μὴ γῆν μηδʼ ἀνθρώπους τὸ λοιπόν, ἀλλὰ
43.2
ἀέρα καὶ τὴν ἔξω θάλασσαν ἔχειν. διὰ γὰρ ταῦτα καὶ ὑμεῖς, ὁρῶντες τό τε μέγεθος τῆς διανοίας αὐτοῦ καὶ τὰ ἔργα καὶ τὴν τύχην, ἐπὶ πλεῖστον ἄρξαι αὐτῷ προσετάξατε· ὅπερ, ἀφʼ οὗ ἐδημοκρατήθημεν, οὐδενὶ ἄλλῳ ὑπῆρξε, λέγω δὲ τὸ ὀκτὼ ἔτεσιν ὅλοις ἐφεξῆς ἡγεμονεῦσαι. οὕτως αὐτὸν πάντα ἐκεῖνα ὑμῖν ὄντως προσκτᾶσθαι ἐνομίσατε, καὶ οὐδεπώποτε ἐφʼ ὑμᾶς αὐξηθήσεσθαι ὑπωπτεύσατε.