Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 44

43.3 ἀλλὰ ὑμεῖς μὲν ἐπὶ μακρότατον αὐτὸν ἐγχρονίσαι τοῖς χωρίοις ἐκείνοις ἐπεθυμήσατε· οὐ μέντοι καὶ ἐπέτρεψαν οἱ τὴν πολιτείαν μηκέτι κοινὴν ἀλλʼ ἰδίαν αὑτῶν au(tw=n Reim., au)tw=n Rk., au)th\n LM cod. Peir. νομίζοντες εἶναι οὔτε τούτῳ τὰ λοιπὰ προσκαταστρέψασθαι οὔθʼ ὑμῖν πάντων αὐτῶν κυριεῦσαι, ἀλλὰ τῇ ἀσχολίᾳ αὐτοῦ ἀποχρησάμενοι πολλὰ καὶ polla\ kai\ Bk., kai\ polla\ LM cod. Peir. ἀνόσια ἐτόλμησαν, ὥσθʼ ὑμᾶς u(ma=s R. Steph., h(ma=s LM cod. Peir. τῆς παρʼ αὐτοῦ βοηθείας
44.1 δεηθῆναι. καὶ διὰ τοῦτο καταλιπὼν τὰ προκείμενα ταχέως ὑμῖν ἐπεκούρησε, καὶ πᾶσαν τὴν Ἰταλίαν ἐκ τῶν ἐπαρτηθέντων αὐτῇ κινδύνων ἠλευθέρωσε, καὶ προσέτι τήν τε Ἰβηρίαν ἀλλοτριουμένην ἐκομίσατο, καὶ τὸν Πομπήιον τήν τε πατρίδα καταλιπόντα καὶ βασιλείαν ἰδίαν ἐν
44.2 Μακεδονίᾳ κατασκευάζοντα, καὶ ἐκεῖσε πάντα τὰ ὑμέτερα ἀγαθὰ μεταφέροντα, τούς τε ὑπηκόους ὑμῶν ἐφʼ ὑμᾶς συσκευαζόμενον καὶ τοῖς χρήμασιν ὑμῶν ἐφʼ ὑμᾶς χρώμενον ἰδὼν τὸ μὲν πρῶτον πεῖσαί πως ἠθέλησε, καὶ ἰδίᾳ καὶ κοινῇ προσπέμπων, παύσασθαι pau/sasqai H. Steph., pau/sesqai LM cod. Peir. καὶ μεταθέσθαι, πίστεις λαβόντα μεγίστας ἦ μὴν ἐν τοῖς ἴσοις καὶ ὁμοίοις kai\ o(moi/ois Rk., o(moi/ws LM cod. Peir.
44.3 αὖθις αὐτὸν γενήσεσθαι· ἐπεὶ δʼ οὐδένα τρόπον ἠδυνήθη τοῦτο ποιῆσαι, ἀλλʼ ἐκεῖνος τά τε ἄλλα καὶ τὴν συγγένειαν τὴν πρὸς τὸν Καίσαρα αὐτῷ ὑπάρξασαν ὑπερβὰς ἀντιπολεμεῖν ὑμῖν εἵλετο, οὕτω δὴ καταναγκασθεὶς τοῦ ἐμφυλίου πολέμου προσάψασθαι τί μὲν δεῖ λέγειν dei= le/gein R. Steph., diale/gein LM, dh\ le/gein cod. Peir. ὡς εὐτόλμως ἐπʼ
44.4 αὐτόν, καίπερ χειμῶνος ὄντος, ἔπλευσε, τί δὲ ὡς εὐθαρσῶς αὐτῷ, καίτοι πάντα τὰ ἐκεῖ χωρία e)kei= xwri/a Pflugk, e)pixw/ria LM cod. Peir. ἔχοντι, συνέμιξε, τί δὲ ὡς ἀνδρικῶς αὐτοῦ, καίπερ πολὺ τῷ πλήθει τῶν στρατιωτῶν ἐλαττούμενος, ἐκράτησεν; ἂν γάρ τις καθʼ ἕκαστον αὐτῶν ἐπεξελθεῖν ἐθελήσῃ, παῖδα ἂν ἀποδείξειε τὸν θαυμαστὸν ἐκεῖνον Πομπήιον· οὕτως ἐν πᾶσιν αὐτοῖς κατεστρατηγήθη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi