Kitap 44
47.3
ἱκανὰ μὲν καὶ ταῦτα τὴν χρηστότητα αὐτοῦ τεκμηριῶσαί ἐστιν· οὕτω γὰρ ἐκ θεῶν ὄντως ἔφυ ὥστε ἓν μόνον ἠπίστατο, σώζειν τούς γε σώζεσθαι δυναμένους· προσέτι δὲ καὶ ἐκεῖνα, e)kei=na LM, e)kei=no cod. Peir. ὅτι τοῖς τε αὐτῷ au)tw=| LM, e(autw=i cod. Peir. πολεμήσασι τὸ μηδʼ ὑπʼ ἄλλου τινὸς κολασθῆναι παρεσκεύασε, καὶ τοὺς ἐν τῷ πρὶν ἐπταικότας
47.4
ἀνεκτήσατο. πᾶσι μὲν γὰρ τοῖς μετὰ τοῦ Λεπίδου καὶ μετὰ τοῦ Σερτωρίου γενομένοις ἄδειαν δοθῆναι ἐποίησε, πᾶσι δὲ ἐκ τούτου τοῖς ἐκ τῶν ἐπικηρυχθέντων ὑπὸ τοῦ Σύλλου περιλειφθεῖσι τὴν σωτηρίαν ὑπάρξαι παρεσκεύασε, καὶ αὐτοὺς μετὰ τοῦτο κατήγαγε, τούς τε παῖδας ἁπάντων τῶν ὑπʼ ἐκείνου θανατωθέντων καὶ τιμῶν καὶ
47.5
ἀρχῶν ἠξίωσεν. καὶ kai\ Bk., kai/ toi LM cod. Peir. τὸ μέγιστον, πάντα ἁπλῶς τὰ γράμματα ὅσα ἢ παρὰ τῷ Πομπηίῳ ἢ παρὰ τῷ Σκιπίωνι ἀπόρρητα εὑρέθη κατέκαυσε, μήτʼ ἀναγνούς τι αὐτῶν μήτε τηρήσας, ἵνα μηδʼ mhd' Bk., mh/t' LM cod. Peir. ἄλλῳ τινὶ πονηρευθῆναί τι διʼ αὐτὰ ἐγγένηται. ὅτι δὲ ταῦθʼ οὕτως οὐκ εἶπε μόνον ἀλλὰ καὶ ἔπραξε, δηλοῖ τὰ ἔργα· οὐδεὶς γοῦν ἐκ τῶν γραμμάτων ἐκείνων οὐχ ὅσον οὐκ ἔπαθέ τι δεινόν, ἀλλʼ οὐδʼ ou)d' St., ou)/t' LM cod. Peir.
47.6
ἐφοβήθη. οὔκουν οὐδʼ ou)d' St., ou)/t' LM cod. Peir. οἶδεν οὐδεὶς τοὺς ἐξ αὐτῶν περιγενομένους perigenome/nous Leuncl., peri\ ge/nous LM cod. Peir. πλὴν αὐτῶν ἐκείνων. τοῦτο γάρ ἐστι παραδοξότατον καὶ μηδεμίαν ὑπερβολὴν ἔχον, ὅτι τε ἀφείθησαν πρὶν αἰτιαθῆναι καὶ ὅτι ἐσώθησαν πρὶν κινδυνεῦσαι, καὶ οὐδʼ αὐτὸς ὁ περιποιήσας σφᾶς ἔμαθεν οὓς ἠλέησε.
48.1
καὶ γάρ τοι διά τε ταῦτα καὶ διὰ τἆλλα ὅσα ἐνομοθέτησε καὶ ἐπηνώρθωσε, e)nomoqe/thse kai\ e)phnw/rqwse cod. Peir., e)nomoqe/thsen e)phnw/rqwse LM. μεγάλα μὲν αὐτὰ καθʼ ἑαυτὰ ὄντα, παρὰ μικρὸν δʼ ἂν πρὸς ἐκεῖνα νομισθέντα, ἂ οὐ χρὴ ἀκριβῶς ἐπεξιέναι, καὶ ἐφιλήσατε αὐτὸν ὡς πατέρα καὶ ἠγαπήσατε ὡς εὐεργέτην, τιμαῖς τε οἵαις οὐδένα ἄλλον ἠγήλατε,