Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 44

7.3 δὲ καὶ διασκώπτοντες. ἀμέλει καὶ γυναιξὶν ὅσαις ἂν ἐθελήσῃ e)qelh/sh| Bk., qelh/shi L. συνεῖναί οἱ ἐτόλμησάν τινες ἐπιτρέψαι, ὅτι πολλαῖς καὶ τότε ἔτι, καίπερ πεντηκοντούτης ὤν, ἐχρῆτο. ἕτεροι δέ, καὶ οἵ γε πλείους, ἔς τε τὸ ἐπίφθονον καὶ ἐς τὸ νεμεσητὸν προάγειν αὐτὸν ὅτι τάχιστα βουλόμενοι τοῦτʼ ἐποίουν, ἵνα
7.4 θᾶσσον ἀπόληται. ὅπερ που ἐγένετο, καίτοι τοῦ Καίσαρος καὶ διʼ αὐτὰ ταῦτα θαρσήσαντος ὡς οὐκ ἄν ποτε οὔθʼ ὑπʼ ἐκείνων τοιαῦτά γε ψηφιζομένων οὔθʼ ὑπʼ ἄλλου τινὸς διʼ αὐτοὺς ἐπιβουλευθησομένου, κἀκ τούτου οὐδὲ ou)de\ Bk., de\ L. σωματοφύλαξιν ἔτι χρησαμένου· τῷ γὰρ δὴ λόγῳ τὸ to\ Leuncl., tw=i L. πρός τε τῶν βουλευτῶν καὶ πρὸς τῶν ἱππέων τηρεῖσθαι προσέμενος, prose/menos Bs., proe/menos L. καὶ τὴν ἐκ τοῦ πρὶν φρουρὰν προσκατέλυσεν.
8.1 ἐπειδὴ γὰρ ἐν μιᾷ ποτε ἡμέρᾳ τά τε πλείω καὶ τὰ μείζω σφῶν ψηφισάμενοι (πλὴν γὰρ τοῦ Κασσίου καί τινων ἄλλων, οἳ περιβόητοι ἐπὶ τούτῳ ἐγένοντο, οὐ μέντοι καὶ ἔπαθόν τι, ἐξ οὗπερ καὶ τὰ μάλιστα ἡ ἐπιείκεια αὐτοῦ διεφάνη, τοῖς γε ἄλλοις ὁμοθυμαδὸν ἐγνώσθἠ προσῆλθον αὐτῷ ἐν τῷ τοῦ Ἀφροδισίου προνάῳ καθημένῳ ὡς καὶ πάντες ἅμα τὰ δεδογμένα σφίσιν ἀπαγγελοῦντες
8.2 (ἀπόντος γὰρ αὐτοῦ τὰ τοιαῦτα, τοῦ μὴ δοκεῖν ἀναγκαστοὶ ἀλλʼ ἐθελονταὶ αὐτὰ ποιεῖν, ἐχρημάτιζονʼ, καθήμενός kaqh/menos Xiph., kaqh/menoi L. σφας, εἴτʼ οὖν θεοβλαβείᾳ τινὶ εἴτε καὶ περιχαρείᾳ, προσεδέξατο, καὶ ὀργὴν ἐκ τούτου πᾶσιν, οὐχ ὅτι τοῖς βουλευταῖς ἀλλὰ καὶ τοῖς ἄλλοις, τοσαύτην ἐνέβαλεν ὥστε ἐν τοῖς μάλιστα πρόφασιν τῆς ἐπιβουλῆς τοῖς ἀποκτείνασιν
8.3 αὐτὸν παρασχεῖν. ἔλεγον μὲν γὰρ ἀπολογούμενοί τινες ὑπὲρ αὐτοῦ μετὰ ταῦτα ὅτι τῆς τε κοιλίας ἀκρατὴς ὑπὸ διαρροίας ἐγεγόνει, καὶ διὰ τοῦτο, ἵνα μὴ ἐξιδίσῃ, κατέμεινεν· οὐ μέντοι καὶ πείθειν τοὺς πολλοὺς ἐδύναντο διὰ τὸ μετʼ οὐ πολὺ ἐξεγερθέντα αὐτὸν αὐτοποδίᾳ οἴκαδε κομισθῆναι,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi