Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 45

22.4 εἶχε, προστάξαι; prosta/cai R. Steph., prosta/cas LM. ἢ οὐ μέμνησθε ὅπως o(/pws added by R. Steph. ταραττομένους ὑμᾶς ἐπὶ τῇ τοῦ Καίσαρος τελευτῇ λαβὼν πάνθʼ ὅσα ἠβουλήθη διεπράξατο, τὰ μὲν ἐπικοινῶν ὑμῖν ὑπούλως καὶ kai\ added by R. Steph. ἀκαίρως, τὰ δὲ αὐτὸς ἐφʼ ἑαυτοῦ προσκακουργῶν, πάντα δὲ βιαζόμενος; στρατιώταις γοῦν, καὶ τούτοις βαρβάροις, καθʼ
22.5 ὑμῶν ἐχρήσατο. καὶ τοῦτο θαυμάσειεν ἄν τις, εἰ κατʼ ἐκείνους τοὺς χρόνους ἐψηφίσθη τι οἷον οὐκ ἐχρῆν, ὁπότε μηδὲ νῦν παρρησίαν ἄλλως εἰπεῖν τι καὶ πρᾶξαι τῶν δεόντων, εἰ μὴ μετὰ φρουρᾶς, ἐσχήκαμεν; ἣν εἰ τότε περιβεβλημένοι ἦμεν, οὔτʼ ἂν ἐκεῖνος ὧν φήσει τις αὐτὸν τυχεῖν ἔτυχεν, οὔτʼ ἂν τὰ μετὰ ταῦτα αὐξηθεὶς ἐξ αὐτῶν ἔπραξε.
22.6 μὴ οὖν ὅσα κελευόμενοι καὶ καταναγκαζόμενοι καὶ θρηνοῦντες δεδωκέναι αὐτῷ ἐδόξαμεν, ταῦτά τις ὡς καὶ νομίμως καὶ δικαίως γεγονότα προβαλλέσθω· proballe/sqw Rk., paraballe/sqw LM. οὐδὲ γὰρ ἐν τοῖς ἰδίοις, ὅσα ἄν τις ἕτερος ὑφʼ ἑτέρου βιασθεὶς πράξῃ, κύρια ταῦτα τηρεῖται.
23.1 καίτοι ταῦτα μέν, ὅσα γε ψηφίσασθαι yhfi/sasqai Leuncl., e)yhfi/sasqe LM. δοκεῖτε, καὶ βραχέα καὶ οὐ πάνυ ἔξω τοῦ καθεστηκότος ὄντα o)/nta Leuncl., o)/ntos LM. εὑρήσετε. τί γὰρ δεινὸν εἰ ἕτερος ἀνθʼ ἑτέρου Μακεδονίας ἢ Γαλατίας ἄρξειν ἔμελλεν; ἢ τί χαλεπὸν εἴ ei)/ R. Steph., h)\ LM. τις στρατιώτας
23.2 ὑπατεύων ἔλαβεν; ἀλλʼ ἐκεῖνα χαλεπὰ καὶ σχέτλια, τὸ τὴν χώραν ἡμῶν κακουργεῖσθαι, τὸ τὰς πόλεις τὰς συμμαχίδας πολιορκεῖσθαι, τὸ τοὺς στρατιώτας τοὺς ἡμετέρους ἐφʼ ἡμᾶς ὁπλίζεσθαι, τὸ τὰ ἡμέτερα καθʼ ἡμῶν ἀναλίσκεσθαι· ἃ μήτε
23.3 ἐψηφίσασθε μήτε ἐμελλήσατε. μὴ τοίνυν, ὅτι τινὰ tina\ supplied by Oddey. ἐδώκατε αὐτῷ, διὰ τοῦτο αὐτὸν ἐᾶτε e)a=te R. Steph., a(/te LM. καὶ τὰ μὴ δοθέντα πράττειν· μηδʼ ὅτι τινὰ συνεχωρήσατε, παρὰ τοῦτο οἴεσθε δεῖν καὶ τὰ μὴ συγχωρηθέντα αὐτῷ ποιεῖν ἐξεῖναι. πᾶν γὰρ τοὐναντίον καὶ διʼ αὐτὸ τοῦτο καὶ μισεῖν καὶ τιμωρεῖσθαι αὐτὸν ὀφείλετε, ὅτι καὶ τῇ τιμῇ καὶ τῇ φιλανθρωπίᾳ τῇ παρʼ ὑμῶν οὐκ ἐν τούτοις μόνοις ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι καθʼ ὑμῶν ἐτόλμησε

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi