Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 45

24.1 Ἆρʼ οὖν ἐν τούτοις μόνον τοιοῦτος γέγονε, τὰ δʼ ἄλλα ὀρθῶς διῴκηκε; ποῦ; πόθεν; οὐ τὰ χρήματα τὰ κοινὰ τὰ καταλειφθέντα ὑπὸ τοῦ Καίσαρος ἐπιζητῆσαι καὶ ἀποδεῖξαι κελευσθεὶς ἥρπακε, καὶ τὰ μὲν τοῖς δανεισταῖς ἀποδέδωκε τὰ δὲ ἐς τρυφὴν κατανάλωκεν, ὥστε μηκέτʼ αὐτῷ
24.2 μηδὲ τούτων τι περιεῖναι; οὐ τὸ ὄνομα τὸ τοῦ δικτάτορος μισησάντων ὑμῶν διὰ τὴν ἐκείνου δυναστείαν καὶ παντελῶς ἐκ τῆς πολιτείας ἐκβαλόντων, τοῦτο μὲν ὥσπερ τι αὐτὸ ἐφʼ ἑαυτοῦ ἀδικῆσαι δυνάμενον οὐκ ἐπιτέθειται, τὰ δὲ ἔργα αὐτοῦ καὶ τὴν πλεονεξίαν ἐν τῷ τῆς
24.3 ὑπατείας προσρήματι ἐπιδέδεικται; οὐχ ὑμεῖς μὲν πρύτανιν αὐτὸν τῆς ὁμονοίας ἀπεδείξατε, οὗτος δὲ πόλεμον αὐτὸς ἐφʼ ἑαυτοῦ τηλικοῦτον, οὔτε προσήκοντα οὔτε ἐγνωσμένον, ἀνῄρηται πρὸς Καίσαρα καὶ Δέκιμον, οὓς ὑμεῖς ἐπαινεῖτε;
24.4 μυρία δʼ ἂν εἴη λέγειν, εἴ τις ἐπεξιέναι καθʼ ἕκαστον ἐθελήσειεν ὧν ὑμεῖς μὲν ἐπετρέψατε αὐτῷ ὡς ὑπάτῳ διοικῆσαι, ἐκεῖνος δὲ οὐδʼ ὁτιοῦν ἐς δέον ἔπραξε, ἀλλὰ καὶ πάντα τἀναντία καθʼ ὑμῶν τῇ παρʼ ὑμῶν ἐξουσίᾳ δοθείσῃ χρώμενος
24.5 πεποίηκεν. ἆρʼ οὖν ἐς ὑμᾶς αὐτοὺς ἀναδέξεσθε a)nade/cesqe R. Steph., a)nade/casqe LM. καὶ ταῦτα τὰ κακῶς ὑπʼ αὐτοῦ πεπραγμένα, καὶ αὐτοὶ πάντων σφῶν αἴτιοι γεγονέναι φήσετε, ὅτι τὴν διοίκησιν αὐτῶν καὶ τὸν ἐξετασμὸν αὐτῷ
24.6 προσετάξατε; ἀλλὰ ἄτοπον. οὐδὲ γὰρ ἂν στρατηγὸς ἢ καὶ πρεσβευτής presbeuth/s R. Steph., presbuth/s LM. τις αἱρεθεὶς μηδὲν τῶν δεόντων δράσῃ, τούτου τὴν αἰτίαν ὑμεῖς οἱ πέμψαντες αὐτοὺς ἕξετε. καὶ γὰρ ἂν εἴη δεινὸν εἰ πάντες οἱ προχειριζόμενοί τι πρᾶξαι τὰ μὲν κέρδη καὶ τὰς τιμὰς αὐτοὶ λαμβάνοιεν, τὰ δὲ ἐγκλήματα καὶ τὰς αἰτίας ἐφʼ ὑμᾶς u(ma=s R. Steph., h(ma=s LM. ἀναφέροιεν.
25.1 οὔκουν οὐδὲ τούτῳ προσέχειν προσήκει λέγοντι ὑμεῖς γὰρ τὴν Γαλατίαν ἄρχειν ἐπετρέψατε, ὑμεῖς τὰ χρήματα τὰ κοινὰ διοικῆσαι ἐκελεύσατε, ὑμεῖς τὰ στρατεύματα τὰ ta\ supplied by Rk. ἐκ τῆς Μακεδονίας

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi