Kitap 45
26.4
ταῦτα μὲν οὖν ἐάσω, καὶ νὴ Δία καὶ τὴν ἐς Αἴγυπτον αὐτοῦ πρὸς Γαβίνιον ἀποδημίαν, τήν τε ἐς Γαλατίαν πρὸς Καίσαρα ἀπόδρασιν, ἵνα μή μέ τις φῇ πάντα ἀκριβολογεῖσθαι, αἰσχυνθεὶς ὑπὲρ ὑμῶν ὅτι τοιοῦτον αὐτὸν ὄντα εἰδότες καὶ δήμαρχον καὶ ἵππαρχον καὶ μετὰ τοῦτο καὶ ὕπατον ἀπεδείξατε· ἃ δὲ ἐπʼ αὐτοῖς τούτοις ἐπαρῴνησε e)parw/|nhse St., parwi/nhse LM. καὶ ἐκακούργησε, μόνα νῦν ἐρῶ.
27.1
οὗτος τοίνυν δημαρχήσας πρῶτον μὲν ἁπάντων ἐκώλυσεν ὑμᾶς τὰ τότε περιστάντα πράγματα εὖ θέσθαι, βοῶν καὶ κεκραγὼς καὶ μόνος ἐξ ἁπάντων
27.2
ἐναντιούμενος τῇ κοινῇ τῆς πόλεως εἰρήνῃ, ἔπειτα δέ, ἐπειδὴ ἀγανακτήσαντες ἐψηφίσασθε διʼ αὐτὸν ἅπερ ἐψηφίσασθε, τοῦτο μὲν ἐκ τῆς πόλεως ἐξέδρα τὴν ἀρχὴν ἐγκαταλιπών, ᾧ μηδεμίαν ἐκ τῶν νόμων νύκτα ἀποδημῆσαι ἐξῆν, τοῦτο δὲ ἐς τὰ τοῦ Καίσαρος ὅπλα αὐτομολήσας ἐκεῖνόν τε ἐπὶ τὴν πατρίδα ἐπήγαγε καὶ ὑμᾶς u(ma=s H. Steph., h(ma=s LM. ἔκ τε τῆς Ῥώμης καὶ ἐκ τῆς ἄλλης Ἰταλίας ὅλης ἐξήλασε, καὶ ἑνὶ λόγῳ e(ni\ lo/gw| Pflugk, e)n o)li/gwi LM. πάντων τῶν κακῶν τῶν ἐμφυλίων τῶν μετὰ ταῦθʼ ὑμῖν u(mi=n R. Steph., h(mi=n LM. συμβάντων αἰτιώτατος ἐγένετο.
27.3
εἰ γὰρ μὴ τότε τοῖς βουλήμασιν ὑμῶν u(mw=n R. Steph., h(mi=n LM. ἀντεπεπράχει, οὐκ ἄν ποτε ὁ Καῖσαρ οὔτε ou)/te Bk., ou(=tos LM. σκῆψιν οὐδεμίαν τῶν πολέμων εὑρήκει, οὔτε εἰ καὶ τὰ μάλιστα ἀπηναισχύντει, δύναμίν γέ ge/ Rk., te/ LM. τινα ἀξιόχρεων παρὰ τὰ δόγματα ὑμῶν u(mw=n R. Steph., h(mw=n LM. ἠθροίκει, ἀλλʼ ἤτοι ἑκὼν ἐκ τῶν ὅπλων ἀπήλλακτο a)ph/llakto supplied by Bk. ἢ καὶ
27.4
ἄκων ἐσεσωφρόνιστο. νῦν δὲ οὗτός ἐστιν ὁ καὶ ἐκείνῳ τὰς προφάσεις ἐνδοὺς καὶ τὸ τῆς βουλῆς ἀξίωμα καταλύσας, τό τε θράσος τῶν στρατιωτῶν ἐπαυξήσας· οὗτος ὁ τὸ σπέρμα τῶν κακῶν τῶν μετὰ ταῦτα ἐκφύντων ἐμβαλών, οὗτος ὁ κοινὸς ἀλιτήριος οὐχ ἡμῶν μόνον ἀλλὰ καὶ τῆς οἰκουμένης ὀλίγου πάσης γενόμενος, ὥς που καὶ